Gold Cross

Σάββατο, 1 Οκτωβρίου 2011

ΠΑΝΑΓΙΑ ΜΥΡΤΙΔΙΩΤΙΣΣΑ - ΠΟΛΥΕΛΕΟΣ






ΑΠΟΣΠΑΣΜΑ ΑΠΟ ΤΗΝ ΙΕΡΑ ΑΓΡΥΠΝΙΑ ΤΟΥ ΤΕΛΕΣΤΗΚΕ ΣΤΟΝ ΙΕΡΟ ΝΑΟ ΤΟΥ ΑΓΙΟΥ ΓΕΩΡΓΙΟΥ ΜΕΓΑΛΗΣ ΓΕΦΥΡΑΣ ΠΙΕΡΙΑΣ ΕΠΙ ΤΗ ΕΟΡΤΗ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΜΥΡΤΙΔΙΩΤΙΣΣΑΣ

ΠΟΛΥΕΛΕΟΣ
Ὡς Πολυέλεος ψάλλεται ὁ 44ος ψαλμὸς τοῦ Ψαλτηρίου, ἢ ἀντὶ τούτου ἡ Ἐκλογὴ
(Θεοδώρου Φωκαέως †1851)
Λόγον ἀγαθόν. Ἀλληλούϊα.
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Χαῖρε Παντάνασσα Πανύμνητε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ. Ἀλλυλούϊα.

Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Χαῖρε Βασίλισσα τῶν Ἀγγέλων, Δέσποινα τοῦ Κόσμου. Ἀλλυλούϊα.

Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Χαῖρε τῶν Προφητῶν τὸ κήρυγμα, Πατριαρχῶν ἡ δόξα. Ἀλλυλούϊα.

Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Χαῖρε ἀγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα. Ἀλλυλούϊα.

Ἐξεχύθη χάρις ἐν χείλεσίν σου. Χαῖρε ἄσπιλε, ἀμόλυντε, ἄφθορε Παναγία. Ἀλλυλούϊα.

Διὰ τοῦτο εὐλόγησέν σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Χαῖρε ἡ ἀπηλπισμένων ἐλπὶς καὶ τῶν πολεμουμένων βοήθεια. Ἀλλυλούϊα.

Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, Δυνατέ. Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ Σοῦ καὶ διὰ Σοῦ μεθ' ἡμῶν. Ἀλλυλούϊα.

Τῇ ὡραιότητί Σου καὶ τῷ κάλλει Σου. Χαῖρε εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου.

Καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε. Χαῖρε Παρθένε Θεοτόκε ἐν γυναιξὶν εὐλογημένη. Ἀλλυλούϊα.

Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης. Χαῖρε Μαρία Κυρία πάντων ἡμῶν, ὁ Κύριος μετὰ Σοῦ τῶν Δυνάμεων. Ἀλλυλούϊα.

Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Χαῖρε Θρόνε πυρίμορφε τῶν τετραμόρφων ὑπερενδοξοτέρα. Ἀλλυλούϊα.

Ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους Σου. Χαῖρε Μαρία Κυρία πάντων ἡμῶν, Χαῖρε Μῆτερ τῆς ζωῆς. Ἀλλυλούϊα.

Παρέστη ἡ Βασίλισσα Ἐκκλησίας δεξιῶν Σου. Χαῖρε ὑπερευλογημένη, ὑπερδεδοξασμένη. Ἀλλυλούϊα.

Περιβεβλημένη, πεποικιλμένη. Χαῖρε Ἄχραντε Θεοτόκε, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν. Ἀλλυλούϊα.

Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὗς Σου. Χαῖρε Παράδεισε ἁγιώτατε, χαῖρε Νύμφη ἀνύμφευτε. 'Αλληλούϊα.

Καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ πατρός Σου. Χαῖρε ἁγία, ἁγίων μείζων, χαῖρε Νύμφη ἀνύμφευτε. ᾽Αλληλούϊα.

Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Παναγία Παρθένε ἐπάκουσον, τῆς φωνῆς τοῦ ἀχρείου ἱκέτου Σου, στεναγμοὺς τῆς καρδίας προσφέρειν Σοι, ἁεννάως εὐόδωσον Δέσποινα. ᾽Αλληλούϊα.

Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Παναγία Παρθἐνε Θεόνυμφε, τὴν οἰκτρὰν λειτουργίαν μου πρόσδεξαι, καὶ Θεῷ τῷ εὐσπλάχνῳ προσάγαγε, ὄπως χαίρων δοξάζω Σε Πάναγνε. ᾽Αλληλούϊα.

Δόξα Πατρί καὶ Υἱῷ καὶ ῾Αγίῳ πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἁνάγκης καὶ θλίψεως.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου