Gold Cross

Πέμπτη, 29 Μαρτίου 2012

Παρακλητικός κανών του Αγίου Γεωργίου


                    


απόσπασμα απο την Ιερά Παράκληση του Αγίου Γεωργίου στον Ι.Ν Αγίου Γεωργιου Μεγάλης Γέφυρας Πιερίας
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Γεώργιε Μάκαρ ἀγωνισθεῖς, τὸν θεῖον ἀγώνα, ἠξιώθης ἐπιτυχεῖν, τῆς ἐπουρανίου εὐφροσύνης, ὑπὲρ σῶν δούλων πρεσβεύων πρὸς Κύριον.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐνίκησας δόγμα τυραννικόν, ἐνθέοις ἀγῶσιν, ἀλλὰ δέομαι, Ἀθλητά, ταῖς σαῖς μεσιτείαις οἴκτειρόν με, ὑπὸ τῶν νόσων νικώμενον πάντοτε.
Δόξα Πατρί...
Ναὸς χρηματίσας τοῦ παντουργοῦ, τοὺς τῇ σῇ εἰκόνι, προσπελάζοντας εὐλαβῶς, Γεώργιε Μάκαρ ταῖς εὐχαῖς σου, κατοικητήρια δεῖξον τοῦ Πνεύματος.
Καί νῦν...   Θεοτοκίον.
Σὺ εἶ, Παρθένε ἄσπιλε τῆς ἐμῆς, ψυχῆς ταλαιπώρου, ἡ ἰσχὺς τε καὶ ἡ ἐλπίς. Τῆς δ` ἐσκοτισμένης μου καρδίας, σὺ εἶ τὸ φῶς τὸ ἀνέσπερον, Πάναγνε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου