Τρίτη 22 Μαρτίου 2011





ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΤΟΝ ΠΑΝΑΓΙΟΝ ΤΑΦΟΝ

Οὕς ψάλλομεν περιερχόμενοι καὶ λιτανεύοντες εἰς τὰ ἐντὸς τοῦ πανιέρου ναοῦ τῆς Ἀναστάσεως πανσέβαστα Προσκυνήματα καὶ θεῖα Παρεκκλήσια.

Ἐν Ἱεροσολύμοις. Ἐκ τοῦ Τυπογραφείου τοῦ Παναγίου Τάφου. 18592.)


Κοντάκιον. Ἦχος πλ. δ΄.

Τῷ ζωοδόχῳ καὶ σεπτῷ Κυρίου μνήματι, νῦν παρεστῶτες εὐλαβείᾳ οἱ ἀνάξιοι, σὺν Ἀγγέλοις προσαγάγωμεν θείους ὕμνους, ἵν’ ὡς ἔχον ἁγιότητα ἀσύγκριτον, ἁγίασῃ καὶ ἡμᾶς τούτῳ προσπίπτοντας, καὶ κραυγάζοντας· Χαῖρε μνῆμα τρισόλβιον.


Ἄγγελοι ἀοράτως ᾀεὶ φόβῳ κυκλοῦσι Χριστοῦ τὸν παμμακάριστον Τάφον (ἐκ γ΄), καὶ τοῦτον ὡς θρόνον θεοπρεπῆ καὶ πηγὴν φωτὸς βλέποντες, ἐξίστανται καὶ ἵστανται, μελῳδοῦντες πρὸς αὐτὸν τοιαῦτα·

Χαῖρε, Χριστοῦ ὁλόφωτον μνῆμα·

χαῖρε, ἐχθροῦ νοητοῦ τὸ πῆμα.

Χαῖρε, γῆς ἁπάσης τὸ μόνον ἀπάνθισμα·

χαῖρε, Ὀρθοδόξων πάντων τὸ ἀγλάϊσμα.

Χαῖρε τράπεζα βαστάζουσα, ὥσπερ θῦμα τὸν Χριστόν·

χαῖρε κρήνη ἡ βλυστάνουσα, τοῖς πιστοῖς τὸν ἱλασμόν.

Χαῖρε, ὅτι ἐν μέσῳ οἰκουμένης τυγχάνεις·

χαῖρε, ὅτι τῆ δόξῃ οὐρανὸν ὑπερβάλλεις.

Χαῖρε, ζωῆς ἀθανάτου κάτοχε·

χαῖρε, πηγὴ ἀφθαρσίας πάροχε.

Χαῖρε, ἐν ᾧ ἐκηδεύθη ὁ Κτίστης·

χαῖρε, δι’ οὗ ἐφωτίσθη ἡ κτίσις.

Χαῖρε Μνῆμα τρισόλβιον.


Βλέπων Ἀριμαθαίας ὁ βλαστός, ὅτι ἔχει ἀδήλως τὸ ἄφευκτον χρεὼν τοῦ θανάτου, ἐν τῷ κήπῳ τάφον ἑαυτῷ καινὸν ἡτοίμασεν, ἀλλ’ ἐκ τοῦ Σταυροῦ σε νεκρὸν καθελών, Κύριε, σεπτῶς ἐν αὐτῷ σπεύδει κηδεῦσαί σε, βοῶν σοι πόθῳ·

Ἀλληλούϊα.






Γνώσει θείᾳ ἐπέγνω Ἰωσήφ, ὁ εὐσχήμων, τὸ μέγας τῆς σταυρώσεως ἔργον. Διὸ καὶ Πιλάτῳ προσελθὼν ἔφησε· Δός μοι τὸ ἄχραντον τοῦ Κυρίου σῶμα. Ὡς δὲ ᾐττήσατο καὶ ἔλαβε, τῷ καινῷ μνημείῳ ἐναπέθετο, κραυγάζων πρὸς τὸν Τάφον οὕτω·

Χαῖρε, παθῶν τοῦ Σωτῆρος τέλος·

χαῖρε, πιστῶν χαρμόσυνον μέλος.

Χαῖρε ἀφθαρσίας, βροτῶν ἐργαστήριον·

χαῖρε ἀνταρσίας, ἐχθρῶν ἀμυντήριον.

Χαῖρε οὐρανὲ ἐπίγειε, Θεοῦ θρόνον ἐκτυπῶν·

χαῖρε τόπε ἐπουράνιε, ὅν Θεὸς ὤφθη οἰκῶν.

Χαῖρε, ὅτι ὑπάρχεις ἡ ζωήῤῥυτος κρήνη·

χαῖρε, ὅτι ἐγένου τοῦ Χριστοῦ θεία κλίνη.

Χαῖρε, Σιὼν τῆς ἄνω, ἀνάκτησις·

χαῖρε πιστῶν, βεβαία ἀνάκλησις.

Χαῖρε κρατήρ, πλήρης θεολογίας·

χαῖρε λυτήρ, πάσης ἀμφιλογίας.

Χαῖρε Μνῆμα τρισόλβιον.


Δύναμίν σου τὴν θείαν Ἰωσὴφ κεκτημένος ἀπέβαλε τὸν φόβον Ἑβραίων. Καὶ Σταυροῦ τὸ σῶμα τὸ σὸν καθελών, σὺν τῷ Νικοδήμῳ σμυρναλόη Χριστὲ ἤλειψε. Μεθ’ οὗ σεπτῶς κηδεύσας σε, ἔψαλλεν ἐν πόθῳ·

Ἀλληλούϊα.


Ἔχουσα ἡ Παρθένος, ἐν ψυχῇ τὴν ῥομφαίαν τῆς λύπης, Συμεὼν ὡς προέφη, τῷ τάφῳ τοῦ Υἱοῦ παρεστῶσα γοερῶς ἔκλαιε, καὶ τοῦτον καταβρέχουσα τοῖς δάκρυσιν, ἐπεβόα ταῦτα·

Χαῖρε, δι’ οὗ ἡ χαρὰ προῆλθε·

χαῖρε, δι’ οὗ ἡ φθορὰ παρῆλθε.

Χαῖρε, εὐσεβῶν βάσις τε καὶ στήριγμα·

χαῖρε, δυσσεβῶν πτῶσίς τε καὶ σύντριμμα.

Χαῖρε Τάφε παμμακάριστε, τοῦ Υἱοῦ μου τοῦ Χριστοῦ·

χαῖρε θάλαμε τερπνότατε, τοῦ Νυμφίου νοητοῦ.

Χαῖρε, καὶ γὰρ συνέσχες τὸν συνέχοντα πάντα·

χαῖρε, οὐ γὰρ κατέσχες τὸν συνέχοντα πάντα.

Χαῖρε ἀστήρ, ἐκφαίνων τὸν ἥλιον·

χαῖρε φωστήρ, αὐγάζων ὑφήλιον.

Χαῖρε πυρὸς ἀπροσίτου, δοχεῖον·

χαῖρε φωτὸς ἀνεσπέρου, ταμεῖον.

Χαῖρε Μνῆμα τρισόλβιον.



Ζάλην ἔχουσαι λύπης μυροφόροι γυναῖκες, οὐκ ἤθελον τοῦ τάφου ἀποστῆναι. Τὴν χαρὰν γὰρ ἐν ἑαυτῷ ἔκρυπτε, διὸ καὶ παννύχιον συνθρηνεῖ τῇ μητρὶ τοῦ Ἰησοῦ ἔσπευδον, ἀλλ’ ἵνα κατὰ νόμον σαββατίσωσιν, ὑπέστρεψαν βοῶσαι οὕτως·

Ἀλληλούϊα.


Ἤκουσαν χριστοκτόνοι, σοῦ Χριστὲ προειπόντος αὐτοῖς, ὡς ἐκ νεκρῶν ἐγερθήσῃ, καὶ δραμόντες πρὸς Πιλάτον, ᾔτησαν σὸν Τάφον σφραγισθῆναι, καὶ τῇ κουστωδίᾳ τηρηθῆναι, ἀλλ’ ἡμεῖς τούτῳ παριστάμενοι, ἐκβοῶμεν πόθῳ·

Χαῖρε, τὸ μεῖζον προσκυνημάτων·

χαῖρε, τὸ βλύζον ῥεῖθρα θαυμάτων.

Χαῖρε κλονουμένων, ἀκλόνητον ἕρεισμα·

χαῖρε Ἐκκλησίας, τὸ ἄσειστον ἕδρασμα.

Χαῖρε κράτος τῆς θεότητος, ἀπαστράψαν ὑπὸ γῆν·

χαῖρε πλήρωμ’ ἁγιότητος, ἁγιάσαν πᾶσαν γῆν.

Χαῖρε, τοὺς κοπιῶντας ἁγίους, ὁ στηρίζων·

χαῖρε, πεφορτισμένους πιστούς, ἀνακουφίζων.

Χαῖρε, δι’ οὗ Ἑβραῖοι ἐξώσθησαν·

χαῖρε, δι’ οὗ ἔθνη ἐκληρώθησαν.

Χαῖρε, τοῦ ᾅδου ἧττα καὶ πικρία·

χαῖρε, τῶν βροτῶν πάντων σωτηρία.

Χαῖρε Μνῆμα τρισόλβιον.


Θεομάχοι ὀφθέντες, χριστοκτόνοι ὑπῆρξαν τῷ φθόνῳ οἱ λαοὶ τῶν Ἑβραίων. Οἵ καὶ σφραγίσαντες τὸν Τάφον, κύκλῳ σε κουστωδίᾳ ὡς νεκρὸν ἐφύλαττον, καὶ πλάνον ἐδυσφήμουν σε μακρόθυμε, μὴ συνέντες λέγειν·

Ἀλληλούϊα.


Ἴδον φῶς οἱ τηροῦντες, οὐρανόθεν ἀστράψαν, ἀῤῥήτως ἐν τῷ Τάφῳ Κυρίου. Καὶ τὸν λίθον ἐκ τούτου σεισμῷ ἀποκυλισθέντα θεασάμενοι, ἐξέστησαν καὶ ἔφριξαν ὡς νεκροὶ γενόμενοι. Τῷ δὲ Τάφῳ Κεντηρίων ἔφη·

Χαῖρε, ἡ δόξα τῶν σωζομένων·

χαῖρε, ἐλπὶς τῶν ἀπηλπισμένων.

Χαῖρε, χριστωνύμου λαοῦ τὸ κραταίωμα·

χαῖρε, πενομένων ἀκένωτον δώρημα.

Χαῖρε ὅτι ἐγκατῴκισται, ἡ θεότης ἐπὶ σοί·

χαῖρε ὅτι ἐγκαλλώπισται, τῆς Σιὼν βάρις ἐν σοί.

Χαῖρε ὁ πάντα, ῥύπον ἐκ ψυχῶν ἀποπλύνων·

χαῖρε ὁ πάντα, βέλη τοῦ ἐχθροῦ ἀπαμβλύνων.


Χαῖρε, δι’ οὗ ἐλύθη κατάκρισις·

χαῖρε, δι’ οὗ ἐδείχθη ἀνάστασις.

Χαῖρε, ἐν ᾧ εὐσεβεῖς βεβαιοῦνται·

χαῖρε, ἐν ᾧ δυσσεβεῖς καθαιροῦνται.

Χαῖρε Μνῆμα τρισόλβιον.


Κήρυκες γεγονότες οἱ τηροῦντες τὸν Τάφον, ὑπέστρεψαν εἰς πόλιν ἁγιαν, ἀπαγγέλλοντες τρανῶς Ἰουδαίοι ἅπασιν, ἅπερ ἐν τῷ Τάφῳ ἐναργῆ εἶδον θαύματα, ἀλλ’ αὐτοὶ κενὰ πάλιν φθόνῳ ἐμελέτησαν, καὶ οὐ συνῆκαν λέγειν·

Ἀλληλούϊα.


Λάμψας ἀπὸ τοῦ Τάφου φωτισμὸν εὐφροσύνης, ἐδίωξας τὸ σκότος τῆς λύπης. Καὶ γὰρ ἀναστὰς τριήμερος, πᾶν Σῶτερ ἀπὸ γῆς ἀφεῖλες δάκρυον, ἡμεῖς δ’ οἱ φωτισθέντες τῷ σῷ Τάφῳ χαρμοσύνως ἐκβοῶμεν ταῦτα·

Χαῖρε χαρά, γένους τῶν ἀνθρώπων·

χαῖρε φθορά, ἐχθρῶν πολυτρόπων.

Χαῖρε τῶν ἐν νόσοις, ἴαμα σωτήριον·

χαῖρε τῶν ἐν ἅδου ψυχῶν, ἱλαστήριον.

Χαῖρε σοὶ γὰρ ἐνεδύθημεν, γυμνωθέντες τῷ Ἀδάμ·

χαῖρε σοὶ γὰρ ἠφθαρτίσθημεν, νεκρωθέντες τῷ Σατάν.

Χαῖρε, ὅν περ τὸ κῆτος Ἰωνᾶ, εἰκονίζει·

χαῖρε, ὅν περ ὁ λάκκος Ἰωσήφ, σαφηνίζει.

Χαῖρε χωλῶν, σφυρὰ ἀνορθούμενος·

χαῖρε καλῶν, πλημμύραν δωρούμενος.

Χαῖρε, πληρῶν εὐσεβεῖς εὐωδίας·

χαῖρε, ζωγρῶν δυσσεβεῖς ἐξ ἁγνοίας.

Χαῖρε Μνῆμα τρισόλβιον.


Μάτην οἱ τῶν Ἑβραίων ἐμελέτησαν δῆμοι, τὴν ἔγερσιν Χριστοῦ ἀθετῆσαι. Εἰ γὰρ καὶ ἱκανὰ τοῖς στρατιώταις ἔδωκαν ἀργύρια, ἀλλ’ ὁ Λογγῖνος ταύτην τρανῶς ἐκήρυττεν, ἀφόβως κράζων·

Ἀλληλούϊα.


Νέαν ἔδειξεν χάριν, ἀναστὰς ἐκ τοῦ Τάφου, Χριστὸς ἡμῖν τοῖς ὑπ’ αὐτοῦ φωτισθεῖσι, νεκρῶν προσδοκᾷν ἀνάστασιν, ζωὴν τ’ αἰῶνος μέλλοντος, καὶ φῶς ἄληκτον. Οὗ περ τὸν Τάφον βλέποντες, ἐν πόθῳ μελῳδοῦμεν οὕτω·

Χαῖρε, ἀνάστασις πεπτωκότων·

χαῖρε, ἡ ἄφεσις ἐπταικότων.

Χαῖρε ὁ πηγάζων, πᾶσι τὴν εὐσέβειαν·

χαῖρε ὁ σκεδάζων, ἐθνῶν τῆν δυσσέβειαν.

Χαῖρε ὅτι ἐμπιπλώμεθα, ἐν σοὶ πᾶσιν ἀγαθοῖς·

χαῖρε ὅτι ποτιζόμεθα, τῶν χειμάῤῥων σῆς τρυφῆς.

Χαῖρε ὅν εἰκονίζει, ἡ σεπτὴ κολυμβήθρα·

χαῖρε οὗ περ ἐκβλύζει, τῶν χαρίτων τὰ ῥεῖθρα.

Χαῖρε, ἐν ᾧ ἐτάφη ἀθάνατος·

χαῖρε, δι’ οὗ ἠλάθη ὁ θάνατος.

Χαῖρε, δι’ οὗ φωταυγεῖται ἡ κτίσις·

χαῖρε, δι’ οὗ προσκυνεῖται ὁ ῥύστης.

Χαῖρε Μνῆμα τρισόλβιον.


Ξένον θαῦμα ἰδοῦσαι, ἐξενίζοντο λίαν πρωὶ αἱ Μυροφόροι ἐλθοῦσαι, ὁ γὰρ πρὸς τῇ θύρᾳ ὤν τοῦ Τάφου μέγας σφόδρα λίθος, τῷ φρικτῷ σεισμῷ ἀποκεκύλισται. Ἄγγελος δ’ ἐν τούτῳ ἐπεκάθητο, ταύταις βοῶν τό·

Ἀλληλούϊα.


Ὅλος χαρὰ ὑπάρχων, καὶ πηγὴ εὐφροσύνης, τό· Χαίρετε Μυροφόροι, ἔφης. Αἱ δὲ τοὺς σοὺς παναχράντους πόδας κρατήσασαι, σεπτῶς ἐν δάκρυσιν ἠσπάζοντο, καὶ πόθῳ πρὸς τὸν Τάφον εἶπον·

Χαῖρε, παράκλησις τῶν πενθούντων·

χαῖρε, ἡ ῥῶσις τῶν ἀσθενούντων.

Χαῖρε Ἀποστόλων, παγκόσμιον κήρυγμα·

χαῖρε ὑμνογράφων, φωτισμὸς καὶ στήριγμα.

Χαῖρε, ὅτι τὴν Ἀνάστασιν τοῦ Χριστοῦ διατρανοῖς·

χαῖρε, ὅτι τὴν κατάπτωσιν τοῦ Ἀδὰμ ἐπανορθοῖς.

Χαῖρε τῶν ἀπιστούντων, ὁ ταχὺ ἀναιρέτης·

χαῖρε τῶν δυσπιστούντων, ὁ γλυκὺς ὁδηγέτης.

Χαῖρε, ἐν ᾧ εὐσεβεῖς ἀγείρονται·

χαῖρε, δι’ οὗ καὶ νεκροὶ ἐγείρονται.

Χαῖρε χαρά, ὑλικῶν καὶ ἀΰλων·

χαῖρε ἀρά, ἐθνικῶν καὶ βεβήλων.

Χαῖρε Μνῆμα τρισόλβιον.


Πᾶσα τάξις Ἀγγέλων κατεπλάγη ἰδοῦσά σε Σῶτερ, ἐν τῷ Τάφῳ ὑπνοῦντα. Τῇ δὲ τρίτῃ ἡμέρᾳ ἀναστάντα θεοπρεπῶς βλέψασα, βροτοῖς τε τὸν παράδεισον ἀνθ’ ᾅδου δωρησάμενον, ἔψαλλε βοῶσα·

Ἀλληλούϊα.





Ῥήματα τῶν ἐν Τάφῳ καθημένων Ἀγγέλων ἀκούσασαι Μυροφόροι κόραι, ὡς Τάφου ἐξανέστης λεγόντων, ἅπασαι Σωτήρ, χαρᾶς ἐπλήσθησαν, καὶ τούτῳ προσεφώνουν πόθῳ·

Χαῖρε, τὸ κῦδος θεολογίας·

χαῖρε, ὁ πλοῦτος Σιὼν ἁγίας.

Χαῖρε, τῶν Ἀγγέλων θαῦμα πολυΰμνητον·

χαῖρε, τῶν δαιμόνων τραῦμα πολυθρήνητον.

Χαῖρε σάλπιγξ ἐκτρανώσασα, εὐσεβείας τὴν ἰσχύν·

χαῖρε θάλασσα ποντίσασα, ἀσεβείας τὴν πληθύν.

Χαῖρε, ὅν περ τὰ στίφη τῶν Ἀγγέλων κυκλοῦσι·

χαῖρε, ὅν περ τὰ πλήθη τῶν βροτῶν προσκυνοῦσι.

Χαῖρε, δι’ οὗ ὁ πεσὼν ἀνίσταται·

χαῖρε, ἐν ᾧ ἡ Ἄγαρ ἐξίσταται.

Χαῖρε λυτήρ, τῶν δεινῶν παθημάτων·

χαῖρε δοτήρ, θεϊκῶν χαρισμάτων.

Χαῖρε Μνῆμα τρισόλβιον.


Σῶσαι θέλων ἐξ ᾅδου τῶν ἀνθρώπων τὸ γένος, κατῆλθες τῇ ψυχῇ μέχρι τούτου. Καὶ τὰ μὲν καταχθόνια, τῇ ἀστραπῇ τῆς σῆς θεότητος, φωτὸς ἐπλήσθησαν, οἱ δὲ ῥυσθέντες ἅπαντες σὺν Προφήταις καὶ Δικαίοις ἔψαλλον, βοῶντες οὕτως·

Ἀλληλούϊα.


Τάφῳ ὁ Ἰωάννης, σὺν τῷ Πέτρῳ δρομαῖοι ἐπέστησαν πρωὶ ἐν σκοτίᾳ, καὶ διὰ τοῦ ἐν αὐτῷ θείου φωτὸς ἰδόντες τὰ ὀθόνια, καὶ τὸ σουδάριον χωρὶς τούτων, ἔνδον κείμενα, χαρᾶς πολλῆς ἐπλήσθησαν θαυμάσαντες, καὶ πρὸς τοῦτον εἶπον·

Χαῖρε, ψυχρὰς καρδίας θερμαίνων·

χαῖρε, ὁδοὺς πιστοῖς ὑπεμφαίνων.

Χαῖρε, ὁ πληρώσας φωτὸς θείου σύμπαντα·

χαῖρε, ὁ τρανώσας εὐσεβείας τὰ σήμαντρα.

Χαῖρε ἔσοπτρον οὐράνιον, θεῖον φῶς ἀντανακλῶν·

χαῖρε γνῶσιν ὁ δωρούμενος, γνώσεων θεαρχικῶν.

Χαῖρε ὁ διανοίας, τῶν ἐν σκότει φωτίζων·

χαῖρε ὁ τὰς καρδίας, τῶν ἐν δίψει δροσίζων.

Χαῖρε, δι’ οὗ πάντα ἐκαινίσθησαν·

χαῖρε, δι’ οὗ τύποι κατηργήθησαν.

Χαῖρε, ἐν ᾧ ἐμωράνθη σοφία·

χαῖρε, ἐν ᾧ ἐσοφίσθη μωρία.

Χαῖρε Μνῆμα τρισόλβιον.


Ὕμνον ὄρθου βαθέος σοὶ ὀρθρίζοντες Σῶτερ, προσφέρομεν θερμῶς ἀντὶ μύρων, προσκυνοῦντες φόβῳ σοῦ τὸν ζωηφόρον Τάφον, βασιλεῦ Ἅγιε, ὅν ἔδειξας ἡμῖν πηγήν, Λόγε, χαρίτων σου, τοῖς σοὶ βοῶσιν·

Ἀλληλούϊα.


Φωτοφόρον σὸν Τάφον, ὑπὲρ ἥλιον Σῶτερ, ἀνατείλαντα γῆθεν, ἰδοῦσα ἐν χαρᾷ ἡ Ἑλένη, πεσοῦσα προσεκύνησε πόθῳ, καὶ θάμβους πλησθεῖσα σὲ ἀνύμνει, ἐκβοῶσα πρὸς τὸν Τάφον ταῦτα·

Χαῖρε, χαρὰ καὶ ἐλπὶς τοῦ κόσμου·

χαῖρε, τὸ φῶς ψυχῆς καὶ νοός μου.

Χαῖρε ὀρθοδόξων βασιλέων, καύχημα·

χαῖρε Πατριαρχῶν εὐσεβῶν, στεφάνωμα.

Χαῖρε ὅτι σὲ κηρύττουσιν, εὐσεβεῖς ἀρχιερεῖς·

χαῖρε ὅτι σὲ δοξάζουσιν, εὐλαβῶς οἱ ἱερεῖς.

Χαῖρε, κανὼν καὶ τύπος ἀρετῆς μοναζόντων·

χαῖρε, σκέπη καὶ τύπος τῶν εἰς σὲ προστρεχόντων.

Χαῖρε στρατοῦ πιστοῦ, τὸ περίφραγμα·

χαῖρε ἡμῶν πάντων, τὸ ἐπίγραμμα.

Χαῖρε νοητῆς ἀμπέλου, τὸ μνῆμα·

χαῖρε τῆς αὐτῆς, πολύκαρπον κλῆμα.

Χαῖρε Μνῆμα τρισόλβιον.


Χαίρουσα τῇ εὑρέσει σου, ὦ πάντιμε Τάφε, ἡ θεία βασιλὶς ἡ Ἑλένη, περικαλλῆ μέγιστον ναὸν περὶ σὲ ἀνῳκοδόμησεν, ἡμεῖς δ’ ἀεὶ κυκλοῦντές σε, τῷ ἐν σοὶ ταφέντι μέλπομεν·

Ἀλληλούϊα.


Ψάλλοντες γηθοσύνως, ἀνυμνοῦμέν σε πόθῳ, ὦ Τάφε τοῦ Χριστοῦ φωτοδότα, ὁ γὰρ τῷ παντὶ ἀχώρητος θεάνθρωπος Κύριος, ἐν σοὶ ταφεὶς τριήμερος, ἡγίασεν, ἐδόξασε, καὶ ἅπαντας ἐδίδαξεν ἐκβοᾷν σοι οὕτω·

Χαῖρε, ἀῤῥήτου βουλῆς τὸ πέρας·

χαῖρε, ἀήττητον πιστῶν κέρας.

Χαῖρε θεολόγων κλεινῶν, ἡ προκήρυξις·

χαῖρε διδασκάλων σεπτῶν, ἡ κατήχησις.

Χαῖρε, ὅτι ὁ ἀχώρητος ἐχωρήθη ἔνδον σοῦ·

χαῖρε, ὅτι καὶ τριήμερος ἐξανέστη ἀπὸ σοῦ.

Χαῖρε θεογνωσίας ποταμούς, ὁ ἐκχέων·

χαῖρε θεοσεβείας τὰς πηγάς, ὁ προχέων.

Χαῖρε λαῷ ἐν βαρεῖ, αἰνούμενος·

χαῖρε πιστῷ ἱερεῖ, ὑμνούμενος.

Χαῖρε, πιστοῖς κλείσας ᾅδου τὸ χάσμα·

χαῖρε, αὐτοῖς γεγονὼς καινὸν ᾄσμα.

Χαῖρε Μνῆμα τρισόλβιον.

Ὤ Θεοῦ Θεὲ Λόγε, ὁ ἀχώρητος φύσει ἐν πάσῃ Ζωοδότα, τῇ κτίσει, πῶς τούτῳ ἐχωρήθη τῷ Τάφῳ; (ἐκ γ΄) Ἀλλ’ οὖν τὰς λιτὰς ἡμῶν πρόσδεξαι εὔσπλαγχνε καὶ αἰωνίου λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας·

Ἀλληλούϊα.


0 σχόλια:

Δημοσίευση σχολίου

Ροή δεδομένων

Ετικέτες-Κατηγορίες

p.Ioannis.Kiparissopoulos. Από το Blogger.

Πληροφορίες

Αναγνώστες

Αναζήτηση αυτού του ιστολογίου

ΑΓΙΑ ΓΡΑΦΗ

ΑΓΙΑ ΓΡΑΦΗ
Για να μπείτε στήν Αγία Γραφή κάντε κλίκ στην εικόνα

ΠΑΤΕΡΙΚΑ

ΠΑΤΕΡΙΚΑ
Για να μπείτε στις αναρτήσεις με τα Πατερικά κείμενα κάντε κλίκ στην εικόνα

ΑΓΙΟΣ ΝΙΚΟΔΗΜΟΣ Ο ΑΓΙΟΡΕΙΤΗΣ

ΑΓΙΟΣ ΝΙΚΟΔΗΜΟΣ Ο ΑΓΙΟΡΕΙΤΗΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΑΓΙΟΣ ΛΟΥΚΑΣ Ο ΙΑΤΡΟΣ

ΑΓΙΟΣ ΛΟΥΚΑΣ Ο ΙΑΤΡΟΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΑΓΙΟΙ ΕΦΡΑΙΜ ΚΑΙ ΙΣΑΑΚ ΟΙ ΣΥΡΙΟΙ

ΑΓΙΟΙ ΕΦΡΑΙΜ ΚΑΙ ΙΣΑΑΚ ΟΙ ΣΥΡΙΟΙ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΛΟΓΟΙ ΚΑΙ ΚΛΙΜΑΞ Αγίου Ιωάννου Σιναϊτου

ΛΟΓΟΙ ΚΑΙ ΚΛΙΜΑΞ  Αγίου Ιωάννου Σιναϊτου
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Ορθόδοξο Συναξάρι

Επικοινωνήστε μαζί μας…...

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

ΓΕΡΩΝ ΠΑΪΣΙΟΣ Ο ΑΓΙΟΡΕΙΤΗΣ

ΓΕΡΩΝ  ΠΑΪΣΙΟΣ Ο ΑΓΙΟΡΕΙΤΗΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΓΕΡΩΝ ΠΟΡΦΥΡΙΟΣ

ΓΕΡΩΝ ΠΟΡΦΥΡΙΟΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Γέροντας Ιάκωβος Τσαλίκης

Γέροντας Ιάκωβος Τσαλίκης
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΑΓΙΟΣ ΚΟΣΜΑΣ Ο ΑΙΤΩΛΟΣ

ΑΓΙΟΣ ΚΟΣΜΑΣ Ο ΑΙΤΩΛΟΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Γέροντας Ιωσήφ Βατοπαιδινός

Γέροντας Ιωσήφ Βατοπαιδινός
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Γέροντας Ιωσήφ ο Ησυχαστής

Γέροντας Ιωσήφ ο Ησυχαστής
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Γέροντας Εφραίμ Κατουνακιώτης

Γέροντας Εφραίμ Κατουνακιώτης
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Άγιος Σιλουανός ο Αθωνίτης

Άγιος Σιλουανός ο Αθωνίτης
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Άγιος Νεκτάριος Επίσκοπος Πενταπόλεως

Άγιος Νεκτάριος Επίσκοπος Πενταπόλεως
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΑΓΙΟΣ ΣΥΜΕΩΝ Ο ΝΕΟΣ ΘΕΟΛΟΓΟΣ

ΑΓΙΟΣ ΣΥΜΕΩΝ Ο ΝΕΟΣ ΘΕΟΛΟΓΟΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΔΑΜΑΣΚΗΝΟΣ

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΔΑΜΑΣΚΗΝΟΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Συνολικές προβολές σελίδας