Gold Cross

Παρασκευή, 29 Απριλίου 2011

Χαιρετισμοί Αγίου Νεκταρίου Πενταπόλεως του θαυματουργού


ΟΙΚΟI ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΝΕΚΤΑΡΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΠΕΝΤΑΠΟΛΕΩΣ ΤΟΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ


Ποιημα Γερασιμου Μοναχου Μικραγιαννανιτου

Κοντάκιον.
Ήχος πλ. δ΄. Τη υπερμάχω.

Ορθοδοξίας τον αστέρα τον νεόφωτον
Και εκκλησίας το νεόδμητον προτείχισμα
Ανυμνήσωμεν καρδίας εν ευφροσύνη·
Δοξασθείς γαρ ενεργεία τη του πνεύματος
Αναβλύζει ιαμάτων χάριν άφθονον
Τοις καραυγάζουσιν χαίροις Πάτερ Νεκτάριε.

Άνθρωπος ουρανόφρων, ανεδείχθης εν κόσμω, Νεκτάριε Χριστού Ιεράρχα (τρις)· ζωήν γαρ οσίαν διελθών, ακέραιος όσιος και θεόληπτος, εν πάσιν εχρημάτισας· εντεύθεν παρ΄ ημών ακούεις·

Χαίρε, δι΄ ου οι πιστοί υψούνται·
χαίρε, δι΄ ου οι εχθροί θαμβούνται·
Χαίρε, της σοφίας ο κρατήρ ο χρυσότευκτος·
χαίρε, της κακίας ο πρηστήρ ο νεότευκτος.
Χαίρε, οίκος αγιότατος ενεργείας θεϊκής·
χαίρε, βίβλος θεοτύπωτος πολιτείας της καινής.
Χαίρε, ότι αρτίως ημιλλήθης Αγίοις·
χαίρε, ότι εμφρόνως εχωρίσθης της ύλης.
Χαίρε, λαμπρόν της πίστεως τρόπαιον
χαίρε, σεπτόν της χάριτος όργανον.
Χαίρε, δι΄ ου εκκλησία χορεύει·
χαίρε, δι΄ ου νήσος Αίγινα χαίρει·

Χαίροις Πάτερ Νεκτάριε.

Βλέμματι διανοίας, έτι ων νεανίας, κατωπτεύσας τη θείαν ακτίνα, υφ΄ ης καταλαμθφείς την ψυχήν, τω φωτί των θειων εντολών Όσιε, ηρετίσω πορεύεσθαι, εκ νεότητος Χριστώ ψάλλων·

Αλληλούια.

Γέγονας εν τη πόλει, Κωνσταντίνου θεόφρον, τω θείω ιθυνόμενος φόβω, εν η τα κρείττονα μελετών, φρονήσεως θείας έμπλεως πέφηνας, ευφραίνων εν τοις λόγοις σου, τους εκβοώντας σοι ταύτα·

Χαίρε, το κλήμα της αφθαρσίας·
χαίρε, το νέκταρ της αμβροσίας.
Χαίρε, Του Σωτήρος θεράπον θεόληπτε·
χαίρε, των Πατέρων των πάλαι ομότροπε.
Χαίρε, πέτρα νεοσμίλευτος νοητής οικοδομής·
χαίρε, στέφος το νεόπλοκον Εκκλησίας της σεπτής.
Χαίρε, ότι εφάνης ως νεόδρεπτον ρόδον·
χαίρε, ότι εδείχθης ως θεόδεκτον δώρον.
Χαίρε, αστήρ ο νέος της πίστεως·
χαίρε, λαμπτήρ της δόξης Του Κτίσαντος.

Χαίρε, ηθών ουρανίων ταμείον·
χαίρε, σεπτόν αρετών εκμαγείον·

Χαίροις Πάτερ Νεκτάριε.

Δόξαν την της σοφίας, ολοτρόπως ποθήσας, και ταύτην εκ παιδός εκζητήσας, Τον Χριστόν ικετεύεις τυχείν, του καλλίστου εφετού θερμοίς δάκρυσι, και τυχών της εφέσεως, Νεκτάριε πιστώς εβόας·

Αλληλούια

Εύφρανας την ψυχήν σου, ως οι πάλαι Πατέρες, Βασίλειος συν τω Γρηγορίω, παιδευμάτων τη κτήση σαφώς, εν Αθήναις μαθητεύσας Νεκτάριε· διό τοις σοις χαρίσμασιν, ηδόμενοι σοι εκβοώμεν·

Χαίρε, φωτός ουρανίου τέκνον·
χαίρε, τερπνόν ευσεβείας δένδρον.
Χαίρε, της του κόσμου απάτης υπέρτερος·
χαίρε, τη μεθέξει του κρείττονος ένθεος.
Χαίρε, νούς ο θεοφόρητος πλήρης θειων εννοιών·
χαίρε, άνθραξ Θειου Πνεύματος πυρ ανάπτων νοερόν.
Χαίρε, ότι αμέμτως την ζωήν διανύεις·
χαίρε, ότι την πλάνην του Βελίαρ εκλύεις.
Χαίρε, Χριστού δεχθείς την αγάπησιν·
χαίρε, καλών ενέγκας την άνθησιν.
Χαίρε, πιστών νεοστήρικτον έρκος·
χαίρε, εχθρών καιριώτατον βέλος·

Χαίροις Πάτερ Νεκτάριε

Ζήλω θείω θεόφρον, των Οσίων Πατέρων, ποθησας τον ισαγγελων βιον, εν Χίω ημφιάσω σεπτώς, των μοναχών το σχήμα το ουράνιον, και τον εχθρόν εγύμνωσας, εν τω ψάλλειν αεί Κυρίω·

Αλληλούια
Ήκουσε προσευχής σου, ο Δεσπότης εξ ύψους, βοήσαντος Αυτώ εκ καρδίας, και Επέταξε τη θαλάσση, και έστη εις αύραν ο κλύδων Όσιε, θαυμάσαντες δε άπαντες, οι σωθέντες πιστώς εβόων·

Χαίρε, Θεού ο θειος θεράπων·
χαίρε, πηγή ποικίλων θαυμάτων.
Χαίρε, Εκκλησίας ο φωστήρ ο νεόφωτος·
χαίρε, των Αγίων απάντων ισότιμος.
Χαίρε, σκεύος πολυτίμιτον ουρανίων δωρεών·
χαίρε, κήπος ο νεόβλαστος μακαρίων αρετών.
Χαίρε, ότι θαλάσσης κατευνάζεις τον σάλον·
χαίρε, ότι λόγω απελέγχεις παν φαύλον
Χαίρε, Χριστού το νέον εκλόγιον·
χαίρε, ηθών οσίων γεώργιον
Χαίρε, ζωής θιασώτης οσίας·
χαίρε, χαράς βραβευτής ουρανίας·

Χαίροις Πάτερ Νεκτάριε.

Θαυμαστός ανεδείχθης, εν εσχάτοις ημέρες, εν βίω Ιεράρχα αγίω, των πάλαι Αγίων την ζωήν, χαρακτηρίσας εμφανώς τοις τρόποις σου, και δοξασθείς τοις θαύμασι, κινδύνων σώζεις τους βοώντας·

Αλληλούια

Ιεράρχης θεόφρον, εκλογή θεοκρίτω, εδείχθης αληθώς εν Αιγύπτω, και της Πενταπόλεως ποιμήν, κατά Παύλον τον μέγαν ώφθης ένθεος· διό την πολιτείαν σου, εθαύμαζον πιστοί βοώντες·

Χαίρε, ο ένθους τη πολιτεία·
χαίρε, ο τύπος τη ευσεβεία.
Χαίρε, των Οσίων Πατέρων εφάμιλλος·
χαίρε, ιερέων ο νέος διάκοσμος.
Χαίρε, σκήνωμα πραότητος και αγάπης θησαυρός·
χαίρε, ιλαρότητος και ελέους χορηγός.
Χαίρε, ότι εφάνης Εκκλησίας λαμπρότης·
χαίρε, ότι τυγχάνεις ευσεβούντων φαιδρότης.
Χαίρε, εικών αρίστης βιώσεως·
χαίρε, τυχών σαφώς της θεώσεως.
Χαίρε, κανών της αρχιερωσύνης·
χαίρε, λαμπτήρ της θεορρημοσύνης·

Χαίροις Πάτερ Νεκτάριε.

Κόσμος της εν Αιγυπτω, Εκκλησίας ωράθης, ως του Ευαγγελίου εργάτης· εντεύθεν των πιστών οι χοροί, υφηγητήν σε θείον Πάτερ κτησάμενοι, τα κρείττω επαιδεύοντο, βοώντες συν σοι Τω Κυρίω·

Αλληλούια

Λάμψας εν τη Ελλάδι, ως Απόστολος άλλος, λαμπρύνεις ευσεβών τας καρδίας, τω φέγγει των θειων διδαχών, και τας ακτίσι του βίου σου Όσιε· διό τη ση λαμπρότητι, φωταγωγούμενοι βοώμεν·

Χαίρε, το άστρον της Εκκλησίας·
χαίρε, η σάλπιγξ της αληθείας.
Χαίρε, Αποστόλων τον ζήλον κτησάμενος·
χαίρε, ιαμάτων την χάριν δεξάμενος.
Χαίρε, ρήτωρ ενθεότατος των ρημάτων της ζωής·
χαίρε, λόγου του της χάριτος ο σοφός υφηγητής.
Χαίρε, ότι καθαίρεις ψυχικάς διαθέσεις·
χαίρε, ότι ρυθμίζεις καρδιών τας εφέσεις.
Χαίρε, πιστών ο μέγας διδάσκαλος·
χαίρε, Χριστού ο μύστης ο άριστος.
Χαίρε, πολλούς πειρασμούς υπομείνας·
χαίρε, ψυχάς προς Θεόν οδηγήσας·

Χαίροις Πάτερ Νεκτάριε.

Μέγας εν Ιεράρχαις, και σοφοίς διδασκάλοις, ως μύστης ταπεινώσεως ώφθης· διόπερ ως κλήρον πατρικόν, τας σας θεογράφους δέλτους κατέλιπες, τη Εκκλησία Άγιε, εν αίς πιστώς εντρυφώντες Τω σε δοξάσαντι βοώμεν.

Αλληλούια

Νέκταρ δικαιοσύνης, και ζωής θειας δρόσον, τη θεια επομβρία θεόφρον, οια νεφέλη πνευματική, εν αυχμώδει καιρώ ημίν επώμβρησας, ευφραίνων τας ψυχάς ημών, και διεγείρων του βοάν σοι·

Χαίρε,η δρόσος της θυμηδίας·
χαίρε, η αύρα της αφθαρσίας.
Χαίρε, ο πηγάσας το ύδωρ της χάριτος·
χαίρε, ο εμφράξας το στόμα του δράκοντος.
Χαίρε, έαρ αγιότητος εν χειμωνι νοητώ·
χαίρε, σέλας νεοφώτιστον εν τω σκότει τω δεινώ.
Χαίρε, ότι συγχέεις ασεβών τας εννοίας·
χαίρε, ότι ευφραίνεις ευσεβών τας καρδίας.
Χαίρε, λαών Ορθοδόξων στήριγμα·
χαίρε, πολλών κακοδόξων σύντριμμα.
Χαίρε, χορών κενολόγων η πτώσις·
χαίρε, πολλών ασθενούντων η ρώσις·

Χαίροις Πάτερ Νεκτάριε.

Ξένα θαύματα Πάτερ, η ση θήκη πηγάζει, και σώζει τους εν πόνοις τελούντας· διό της ση αγία Μονή, πανταχόθεν συρρέουσιν άνθρωποι, και ίασιν και λύτρωσιν, κομίζονται παρά σου βοώντες·

Αλληλούια

Όρμον άκλυστον Πάτερ, εν τη νήσω Αιγίνης, ανέδειξας την θείαν Μονήν σου, και εν ταύτη σεπτών μοναστριών, κυβερνήτης σοφός εχρημάτισας· Χριστώ γαρ ταύτας Όσιε, σοφώς ωδηγήσας βοώσας·

Χαίρε, ο νους ασκήσεως θειας·
χαίρε, αδάμας της καρτερίας.
Χαίρε, ταπεινώσεως έμψυχον άγαλμα·
χαίρε, καθαρότητος θείον θησαύρισμα.
Χαίρε, απαθείας έσοπτρον και αγνείας λαμπηδών·
χαίρε, εγκρατείας τέμενος και ταμείον αρετών.
Χαίρε, ότι διέπεις εν Θεώ την Μονήν σου·
χαίρε, ότι παρέχεις πασι τη αρωγή σου.
Χαίρε, λαμπρός της Αιγίνης έφορος·
χαίρε, πιστών αντιλήπτωρ έτοιμος.
Χαίρε, πολλούς εκ κινδύνων αρπάσας·
χαίρε, εχθρού την οφρύν κατασπάσας·

Χαίροις Πάτερ Νεκτάριε.

Πλήρης χάριτος θειας, και οσμής ουρανίας, η θήκη των λειψάνων σου πέλει· εν οίς ου μόνον η ση Μονή, αλλά και πασα η Αίγινα γάνυται, και πάντες αγιάζονται, τη τούτων χάριτι βοώντες·

Αλληλούια

Ρείθρα βλύζουσι θεια, τα σεπτά σου οστέα, πλουσία δωρεά ουρανία, ιαμάτων εσαεί πολλών, και νοσημάτων τον ρύπον εκπλύνουσι· διό σου εκπληττόμενοι, ην εύρες δόξα εκβοώμεν·

Χαίρε, ρείθρον των ιαμάτων·
χαίρε, η λύσις των νοσημάτων.
Χαίρε, παν
ταχού ο προφθάνων καλούμενος·
χαίρε, ο και όναρ και ύπαρ φαινόμενος.
Χαίρε, βρύσις η πολύρρυτος συμπαθείας πατρικής·
χαίρε, βότρυς ο γλυκύτατος ευφρόσυνης ψυχικής.
Χαίρε, ότι καρκίνου χαλεπόν παύεις πάθος·
χαίρε, ότι δαιμόνων καταλύεις το θράσος.
Χαίρε, σοφών ματαίων η σύγχυσις·
χαίρε, πιστών η άρρηκτος σύναψις.
Χαίρε, δι΄ ου Ιεράρχαι κοσμούνται·
χαίρε, δι΄ ου μωρολόγοι τροπούνται·

Χαίροις, Πάτερ Νεκτάριε.

Σκέπην σε και προστάτην, πας πιστός ονομάζει, τυχών της παρά σου βοηθείας· τις γαρ καλέσας σε ευλαβώς, και ουκ έτυχε της σης Πάτερ χάριτος; άπασι γαρ τάχιστα, τας αιτήσεις δίδως εν τω κράζειν·

Αλληλούια

Των πολλών σου θαυμάτων, εις την σύμπασαν κτίσιν, εξήλθε θεοφόρε ο φθόγγος· συ γαρ τοις εγγύς και τοις μακράν, τάχος επιφαίνη βοηθών Άγιε, και σώζεις κινδυνεύοντας, και προΐστασαι των βοώντων·

Χαίρε, ο μέγας εν θαυμάσιοις·
χαίρε, ο ένδοξος εν Αγιοις.
Χαίρε, ο αρτίως κυρώσας το πρόπαλαι·
χαίρε, των αρχαίων Πατέρων ομόστεφε.
Χαίρε, θρίαμβος της πίστεως, έπαλξις των ευσεβών·
χαίρε, έκφανσις της χάριτος, έκπληξις των ασεβών.
Χαίρε, ότι εμφαίνεις αληθείας την δόξαν·
χαίρε, ότι εμφράτεις ανομίας το στόμα.
Χαίρε, χαρά πιστών και κραταίωμα·
χαίρε, ψυχών κλονουμενων έδρασμα.
Χαίρε, δι’ου ο Χριστός εδοξάσθη·
χαίρε, δι’ου ο σατάν κατησχύνθη·

Χαίροις, Πάτερ Νεκτάριε

Ύμνον ευχαριστίας, σοι προσάδομεν Πάτερ, σωζόμενοι ταις σαις προστασίαις· εν πάση γαρ ανάγκη ημάς, επερχομένων απαλλάττεις θλίψεων· διο την σην αντίληψιν, κηρύττομεν Χριστώ βοώντες·

Αλληλούια

Φλέγεις την των δαιμόνων, φρυγανώδη μανίαν, πυρί των ιερών σου θαυμάτων, και ταχύ βοηθών τοις πιστοίς, χαλεπών νόσων σβεννύεις τον καύσωνα, ιώμενος τους πάσχοντας, βοώντες σοι εν κατανύξει·

Χαίρε, η ρώσις των ασθενούντων·
χαίρε, η λύσις των δαιμονώντων.
Χαίρε, πυρεσσόντων τελεία απάλλαξις·
χαίρε, παρειμένων ταχεία ανόρθωσις.
Χαίρε, ότι εν τω φρέατι ύδωρ βρύεις δαψιλές·
χαίρε, ότι επευλόγησας Αίγιναν ταις σαις ευχαίς.
Χαίρε, ο διανοίξας την Θεού ευσπλαχνίαν·
χαίρε, ο διαλύσας την δεινήν ανομβρίαν.
Χαίρε, πηγή πηγάζουσα χάριτας·
χαίρε, λαμπάς φωτίζουσα άπαντας
Χαίρε, Μονής της σεπτής σου κοσμήτωρ·
χαίρε, των σων υμνητών αντιλήπτωρ·

Χαίροις, Πάτερ Νεκτάριε

Χάρις του Παρακλήτου, δαψιλώς εξεχύθη, τη θήκη των σεπτών σου λειψάνων· όθεν ως αείρυτος πηγή, αναβλύζεις απαύστως τα ιάματα, και αρδεύεις Νεκτάριε, θείοις νάμασι τους βοώντας·

Αλληλούια

Ψάλλων παναρμονίως, τον τρισάγιον ύμνον, Θεώ συν τοις χοροίς των Αγγέλων, επίβλεψον άνωθεν ημίν, και δίδου πανάγιε τα αιτήματα, τοις πίστει σοι προστρέχουσι, και ου παύουσι του βοάν σοι·

Χαίρε, ο γόνος της Σηλυβρίας·
Χαίρε, το κλέος της Εκκλησίας
Χαίρε, της Αιγίνης το μέγιστον καύχημα·
Χαίρε, της Ελλάδος απάσης ωράισμα.
Χαίρε, τύπος και υπόδειγμα των σεπτών Ιεραρχών·
Χαίρε, σκέπη και διάσωσμα ευλαβών μοναζουσών.
Χαίρε, της Εκκλησίας εωσφόρος ο νέος·
Χαίρε, της ευσεβείας θεοδώρητον σθένος.
Χαίρε, δι’ου παθών καθαρθήσομαι·
Χαίρε, δι’ου Θεώ προσαχθήσομαι.
Χαίρε, πιστών ο προστάτης εν πάσι·
Χαίρε, καμού πρεσβευτής προς Τον Πλάστην·

Χαίροις, Πάτερ Νεκτάριε.

Ω θεσπέσιε Πάτερ, Ορθόδοξων λαμπρότης Νεκτάριε Χριστού Ιεράρχα (τρις), τω θρόνω Του Κυρίου παρεστώς, αίτει ημίν την των πταισμάτων άφεσιν, και την θείαν οικείωσιν, ως αν Τω Σωτήρι βοώμεν·

Αλληλούια.
Και αύθις το ΠΡΟΟΙΜΙΟΝ
Ήχος πλ. δ'. Τη υπερμάχω.

Ορθοδοξίας τον αστέρα τον νεόφωτον, και Εκκλησίας το νεόδμητον προτείχισμα, ανυμνήσωμεν καρδίας εν ευφροσύνη  δοξασθείς γαρ ενεργεία τη του Πνεύματος, αναβλύζει ιαμάτων χάριν άφθονον, τοις κραυγάζουσι

Χαίροις, Πάτερ Νεκτάριε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου