Πέμπτη 7 Απριλίου 2011


Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.


Ψαλμὸς 142.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· 2 καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 3 ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· 4 καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. 5 ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. 6 διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). 7 ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. 8 ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· 9 ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. 10 δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. 11 ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· 12 καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν...
Εἶτα τὰ παρόντα τροπάρια.

Ἦχος δ’.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τοῦ Παρακλήτου δεδεγμένος τὴν χάριν, σοφίας θείας ὑποφήτης ἐδείχθης, καὶ διδαχῶν ἐνθέων θεῖον ὄργανον* ὅθεν ἡμᾶς λύτρωσαι, σοφισμάτων τοῦ πλάνου, φωτισμὸν αἰτούμενος καὶ διόρθωσιν βίου, τοῖς προσιοῦσι Πάτερ εὐλαβῶς, τῇ σῇ πρεσβείᾳ, Νικόδημε Ὅσιε.
Δόξα. Τὸ αὐτό.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτε, Θεοτόκε.

Ὁ Ἀναγνώστης (χῦμα).
Ψαλμὸς ν’ (50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ψάλλομεν τὸν Κανόνα, οὗ ἡ ἀκροστιχίς:
«Φῶς μοι αἴτει, Νικόδημε Πάτερ. Γερασίμου».

Ὠδή α’ ἦχος πλ. δ’
Ὁ Εἱρμὸς.
«Ὑγραν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα* τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν».

Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Φωτὶ τῶν ἁγίων σου πρεσβειῶν, Νικόδημε Πάτερ, τοῦ νοός μου τὸν σκοτασμὸν, καὶ τὴν ἀθυμίαν τῆς ψυχῆς μου, ὡς συμπαθὴς διασκέδασον δέομαι.

Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς ἔχων τῆς χάριτος τοῦ Θεοῦ, πλουσίως τὰ ρεῖθρα, θεοφόρε ἐν τῇ ψυχῇ, τοὺς ἄνθρακας σβέσον τῶν παθῶν μου, τῇ ἐπομβρίᾳ τῶν σῶν ἀντιλήψεων.

Δόξα Πατρί...
Σοφίας ὤν ἔμπλεως θεϊκῆς, σοφῶς με βαδίζειν, ἐνταλμάτων τῶν τοῦ Θεοῦ, τὴν τρίβον ἐνίσχυσον παμμάκαρ, ταῖς πρὸς Θεόν σου πρεσβείαις Νικόδημε.

Καὶ νῦν καὶ ἀεὶ...
Μὴ φλέξας τὴν μήτραν σου οἷα πῦρ, ὑπάρχων ὁ Λόγος, ἐκ σοῦ τίκτεται ὡς βροτός διό μου κατάφλεξον Παρθένε, τῶν λογισμῶν τῆς κακίας πᾶν βλάστημα.


Ὠδή γ’. Ὁ Εἱρμός.
«Οὐρανίας ἁψίδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε».

Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Οὐρανόθεν ἐδέξω, χάριν πολλὴν Ὅσιε ὅθεν Ἐκκλησίας ἐδείχθης, φωστὴρ νεόφωτος* διὸ καταύγασον, ταῖς φωτοφόροις λιταῖς σου, ἡμῶν τὴν διάνοιαν, Πάτερ Νικόδημε.

Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰσχὺν θείαν παρέχει, βίβλος ἡ σὴ Ὅσιε, ἡ πρὸς ἀοράτους πολέμους, ἡμᾶς ἀλείφουσα* καὶ νῦν ἐνισχυσον, πρὸς συμπλοκὰς νοουμένας, τοὺς σὲ μακαρίζοντας, Πάτερ Νικόδημε.

Δόξα Πατρί...
Ἀθλητῶν τοὺς ἀγῶνας, περιφανῶς ᾔνεσας ὅθεν ἐναθλεῖν με νομίμως, ἐνθέοις σκάμμασιν, καὶ νοῦν τηρεῖν καθαρὸν, ταῖς προσβολαῖς τοῦ Βελίαρ. Πάτερ ἐνδυνάμωσον τῇ προστασίᾳ σου.

Καὶ νῦν καὶ ἀεὶ...
Ἰλαστήριον θεῖον, ὡς ἀληθῶς πέφηνας, τέξασα σαρκὶ ἀπορρήτως, τὸν πάντων Κύριον, τὸν λυτρωσάμενον, ἐκ τῆς ἀρχαίας κατάρας, τοὺς σὲ μεγαλύνοντας Παρθένε Ἄχραντε.

Διάσωσον ταῖς πρὸς Θεὸν σου Νικόδημε ἱκεσίαις, πάσης βλάβης καὶ ἐπηρείας τοῦ ὄφεως, τοὺς σὲ διδάσκαλον Πάτερ πλουτοῦντας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα μνημονεύει ὁ Ἱερεὺς τὰ ὀνόματα ἐκείνων, δι’ ὧν ἡ Παράκλησις γίνεται.

Κάθισμα.
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Παθῶν ψυχικῶν, ἀπάλλαξον Νικόδημε, καὶ δίδου ἡμῖν ζηλοῦν ἀεὶ τὰ κρείττονα, καὶ τὸν βίον ἐνάρετον, τοῖς ἐγκύπτουσι Πάτερ τοῖς βίβλοις σου, ἐξ ὧν πηγάζει ζωῆς γλυκασμὸς, εὐφραίνων καὶ τέρπων τοὺς θεόφρονας.

Ὠδὴ δ’. Ὁ Εἱρμός.
«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασὰ σου τὴν θεότητα».


Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῇ μελέτῃ τῆς Κλίμακος, ἥν Ἁγίῳ Πνεύματι Πάτερ ἔπηξας, ἀναβίβασον Νικόδημε, τὰς ψυχὰς ἡμῶν πρὸς θεῖον ἔρωτα.

Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐξ ἐχθρῶν ἐπιθέσεως, ἀοράτων πάντας ἀτρώτους φύλαττε, τοὺς τὰς θείας ὑποθήκας σου, ὡς ἀσπίδα θείαν Πάτερ ἔχοντα.

Δόξα Πατρί...
Ἰλασμόν ἡμῖν αἴτησαι, καὶ φωτὸς ἀΰλου θείαν ἐπίλαμψιν, τοῖς προστρέχουσι Νικόδημε, τοῖς σοῖς φωτοφόροις λόγοις πάντοτε.

Καὶ νῦν καὶ ἀεὶ...
Νόμῳ θείῳ ὑπόταξον, τῆς σαρκός μου Δέσποινα τὰ κινήματα, καὶ τὸν νοῦν μου ἀναπτέρωσον, πρὸς ἀγάπην θείαν τοῦ Παντάνακτος.

Ὠδὴ ε’. Ὁ Εἱρμός.
«Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε.


Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἴθυνον ἡμᾶς, οὐρανόθεν Πάτερ Ὅσιε, πρὸς τὸν φόβον τοῦ Θεοῦ τὸν ἀληθῆ, ὡς διδάσκαλον ἡμῶν λόγοις καὶ πράξεσι.

Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κύματα δεινῶν, περιστάσεων κατεύνασον, ἀπειλοῦντα ἡμῖν ὄλεθρον σοφὲ, καὶ γαλήνην τῇ ζωῇ ἡμῶν πρυτάνευσον.

Δόξα Πατρί...
Ὅλος γλυκασμὸς, ὁ σὸς λόγος πέλει Ὅσιε* ὅθεν δίωξον πικρίαν τῶν παθῶν, κατασχοῦσαν τὴν καρδίαν μου Νικόδημε.

Καὶ νῦν καὶ ἀεὶ...
Δύναμιν Ἁγνή, τῇ ψυχῇ μου δίδου πάντοτε, τοῦ πατεῖν τὰς τοῦ δολίου προσβολάς, καὶ ἀμέμπτως διανύειν τὰς ἡμέρας μου.

Ὠδὴ στ’. Ὁ Εἱρμός.
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε καὶ δέομαι ὡς Ἰωνᾶς ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε».

Τροπάρια.
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἠλίου τοῦ νοητοῦ ταῖς ἀκτῖσι, λαμπρυνόμενος τὸν νοῦν θεηγόρε, φωτολαμπεῖς ἡμῖν ἔλιπες βίβλους, ἀπελαυνούσας παθῶν τὴν σκοτόμαιναν. Ἀλλ’ ὦ Νικόδημε σοφέ, πρὸς φωτὸς ἡμᾶς ἔργα κατεύθυνον.

Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μηδόλως, τοῖς αἰσθητοῖς προσανέχειν, καταξίωσον ἡμῶν τὰς αἰσθήσεις, ὁ καταλλήλως ἐν τεύχει οἰκείῳ τὴν φυλακὴν τῶν αἰσθήσεων Ὅσιε, διδάσκων στόματι σοφῷ, θεηγόρε παμμάκαρ Νικόδημε.

Δόξα Πατρί...
Ἐνθέως, τῆς ἀρετῆς διανύειν, τὰ γυμνάσματα ἐνίσχυσον Πάτερ, τοὺς μελετῶντας τὴν θείαν σου βίβλον, ἥνπερ προσφόρως ὠνόμασας Ὅσιε, Γυμνάσματα πνευματικά, θεηγόρε παμμάκαρ Νικόδημε.

Καὶ νῦν καὶ ἀεὶ...
Παθῶν με, τῶν ἀκαθάρτων Παρθένε, συνθλιβόντων τὴν ἀθλίαν ψυχήν μου, καὶ συνωθούντων πρὸς ὄλεθρον Κόρη, τῇ ρυπτικῇ σου πρεσβείᾳ ἐκκάθαρον, καὶ καθαρὸν με τῷ Κριτῇ, καὶ Υἱῷ σου παράστησον δέομαι.

Διάσωσον ταῖς πρὸς Θεὸν σου Νικόδημε ἱκεσίαις, πάσης βλάβης καὶ ἐπηρείας τοῦ ὄφεως, τοὺς σὲ διδάσκαλον Πάτερ πλουτοῦντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον, ὣς ἔχουσα μητρικὴν παρρησίαν.

Καὶ πάλιν αἴτησις ὑπό τοῦ Ἱερέως.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀπ’ οὐρανοῦ δεδεγμένος τὸ χάρισμα, τῆς εὐσεβείας διδάσκαλος πέφηνας* διό με συνέτισον πάνσοφε, τῶν διδαχῶν σου τῶν θείων συντάγμασιν, ὁσίως βιῶσαι, Νικόδημε.

Καὶ εὐθὺς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στιχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου* καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ* οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱὀς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγὸν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγὸς μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστιν.

Ἦχος β’.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στιχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Νέον ἄστρον πέφηνας, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἐν Ἄθῳ Νικόδημε, βίον βιωσάμενος τὸν ἰσάγγελον, καὶ φωτὶ Ὅσιε, τῶν σῶν διδαγμάτων, καταυγάζεις τὰς ψυχὰς ἡμῶν* χάρις πλουσία γάρ, Πάτερ τοῖς σοῖς χείλεσι κέχυται* διὸ ἐκδυσωποῦμεν σε, ρᾶνον ἡμῖν ἄνωθεν Ἅγιε. Ταῖς σαῖς ἱκεσίαις, τοὺς θείους οἰκτιρμοὺς παρὰ Θεοῦ, ὡς τῆς ἐνθέου χρηστότητος, μύστης ἐνθεώτατος.

Ὠδὴ ζ’. Ὁ Εἱρμός.
«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτὲ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες* ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».


Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπαθείας πρὸς τρίβον, ἐκ παθῶν ἀνοδίας ἡμᾶς ἀνθέλκυσον, ὁ λόγῳ ἀναπτύσσων, τῶν ἀρετῶν τὸ κάλλος, θεηγόρε Νικόδημε, τὴν ἀμορφίαν ἡμῶν, ἐκ τῶν ψυχῶν ἐξαίρων.

Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῶν Ὁσίων Πατέρων, τὰς σοφὰς ὑποθήκας Πάτερ ἀνέπτυξας ἐν ταύταις οὖν ρυθμίζειν ἡμῶν τὴν πολιτείαν, θεαρέστως ἀξίωσον, ὡς ὑποφήτης σοφὸς, ζωῆς τῆς μακαρίας.

Δόξα Πατρί...
Ἐν φωτὶ τῷ ἀΰλῳ, μελετῶν καὶ συγγράφων ζωῆς τὰ ρήματα, ψυχῆς ἡμῶν τὸν πόνον, πρὸς κτῆσιν τῶν κρειττόνων, διεγείρεις Νικόδημε, καὶ ραθυμίας δεινῆς, τὴν νέκρωσιν διώκεις.

Καὶ νῦν καὶ ἀεὶ...
Ρώμην δίδου μοι, Κόρη, κατὰ πάσης μανίας τοῦ παναλάστορος, καὶ ἴθυνον τὸν νοῦν μου, πρὸς φόβον τοῦ Υἱοῦ σου, ὡς ἄν πάσας ἐκκρούσωμαι, τὰς τῶν παθῶν προσβολὰς, καὶ ζήσω ἐναρέτως.


Ὠδὴ ζ’. Ὁ Εἱρμός
«Τὀν Βασιλέα τῶν Οὐρανῶν, ὅν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».


Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Γλώσσῃ ἁγίᾳ νόμους ἐκθέμενος θείους, πάσης λύτρωσαι ἡμᾶς παρανομίας, τοὺς τρυφῶντας Πάτερ, τοῖς θείοις τεύχεσί σου.

Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐξ ὕψους Πάτερ, δίδου ἡμῖν ἀοράτως, φῶς καὶ σύνεσιν κατανοεῖν καὶ πράττειν, τὰ καθοδηγοῦντα, τοὺς τρίβους σωτηρίας.

Δόξα Πατρί...
Ρήσεσι Πάτερ, τῶν ἱερῶν σου χειλέων φωτιζόμενοι Νικόδημε τῆς πλάνης, καὶ τῆς ἀθυμίας, διώκομεν τὸ νέφος.

Καὶ νῦν καὶ ἀεὶ...
Ἀνερμηνεύτως, τὸν Ποιητὴν τετοκυῖα, ἐκκαλούμενον ἡμᾶς πρὸς ἀφθαρσίαν, ρῦσαι με Παρθένε, φθορᾶς καὶ ἁμαρτίας.


Ὠδὴ θ’. Ὁ Εἱρμός.
«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σύν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες».


Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σοφίας ἡμᾶς πλῆσον, Νικόδημε τῆς θείας, ὡς τῆς σοφίας θεόφθογγον ὄργανον, καὶ σοφισμάτων ἐκλύτρωσαι τοῦ ἀλάστορος.

Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰάματα βλυστάνει, Πάτερ ὁ σὸς λόγος, ταῖς ἀσθενούσαις ψυχαῖς Θείῳ Πνεύματι, καὶ τοῦ νοὸς θεραπεύει πᾶσαν τὴν ἄγνοιαν.

Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μυρίπνοον ὡς ρόδον, πρόκειται τοῖς πᾶσιν, ἡ Παναγία σου κάρα Νικόδημε, ἥν προσκυνοῦντες πληρούμεθα θείας χάριτος.

Δόξα Πατρί...
Ὁ νέος ἐν Ὁσίοις, τῶν ἄνω ἐκφάντωρ, θεομακάριστε Πάτερ Νικόδημε, τὴν ἀσθενοῦσαν ψυχήν μου λόγῳ σου ἴασαι.

Καὶ νῦν καὶ ἀεὶ...
Ὑπέραγνε Μαρία, ἡ Θεὸν τεκοῦσα, τὴν ἄναγνόν μου καρδίαν ἀπόπλυνον, τῆς μετανοίας τοῖς ρείθροις ἵνα δοξάζω σε.

Καὶ εὐθὺς το Ἄξιον ἐστίν καὶ τὰ Μεγαλυνάρια τοῦ Ἁγίου Νικοδήμου.

Χαίροις Ἐκκλησίας νέος φωστήρ, καὶ τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα ἱερὸν χαίροις τῆς Μονῆς μας θερμότατος προστάτης, Νικόδημε παμμάκαρ, Ἄθωνος καύχημα.

Χαίροις ὁ τῆς Νάξου θεῖος βλαστὸς, καὶ Ἁγίου Ὄρους, στῦλος ὄντως φωτοειδής χαίροις Μοναζόντων, ὁ θεῖος ὑποφήτης, Νικόδημε τρισμάκαρ, λόγῳ τῆς Χάριτος.

Βίον διανύσας ἀσκητικὸν καὶ τὸν νοῦν καθάρας τῆς ἰλύος τῶν γεηρῶν αἴγλης τρισηλίου Νικόδημε ἐπλήσθης, καὶ βίβλους θεογράφους, Πάτερ συνέγραψας.

Κάλαμος ἡ γλῶσσά σου ἀληθῶς, ὀξυγράφου ὤφθη, ὡς ὁ θεῖος λέγει Δαβίδ, ζωῆς αἰωνίου, καλλιγραφοῦσα λόγους, πιστῶν εἰς σωτηρίαν Πάτερ Νικόδημε.

Νικῶν ἡμῖν δίδου κατὰ παθῶν, Νικόδημε Πάτερ, καὶ διέγειρον τὰς ψυχὰς ἡμῶν θεηγόρε, πρὸς θείας ἐπιδόσεις, ὡς ἄν τῆς αἰωνίου ζωῆς μετάσχωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκὰς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡ¬μᾶς. (τρίς)
Δόξα Πατρὶ...Καὶ νῦν...
Παναγία Τριὰς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον (γ’).
Δόξα Πατρὶ...Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου· ἐλθέτω ἡ βασιλεία Σου· γενηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανῷ καί ἐπί τῆς γῆς· τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ρῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ. Ἀμήν.

Ἀπολυτίκιον Ἁγίου Νικοδήμου
Τὸν τοῦ Ἄθω φωστήρα καὶ τῆς Νάξου τὸ βλάστημα, καὶ τῆς Ἐκκλησίας ἁπάσης τὸν θεόπνουν διδάσκαλον* Νικόδημον τιμήσωμεν πιστοί, ὡς ἔμπλεων σοφίας θεϊκῆς* διδαχὰς γὰρ οὐρανίους καὶ δαψιλεῖς, βλυστάνει τοῖς κραυγάζουσι* δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν τὰ πρόσφορα.

Ἐκτενής δέησις καὶ ἀπόλυσις.
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων τῶν τιμώντων σε πιστῶς δέχου τὰς δεήσεις Παμμάκαρ, καὶ καθικέτευε, Ἅγιε Νικόδημε, τὸν Ζωοδότην Χριστὸν, νίκην δοῦναι καὶ δύναμιν, κατὰ τοῦ Βελίαρ, καὶ πταισμάτων ἄφεσιν, καὶ θεῖον ἔλεος, πᾶσι τοῖς ὑμνοῦσί σε Πάτερ καὶ τοῖς θεοσόφοις σου λόγοις, πίστει ὁμιλοῦσι καὶ ἐγκύπτουσι.

Δέσποινα πρόσδεξαι...
Τήν πᾶσαν ἐλπίδα μου...
Δι’ εὐχῶν...

Δίστιχον

Νικόδημε δέησιν οἰκτρὰν προσδέχου
Γερασίμου σπεύδοντος τῇ σῇ σοφίᾳ.

0 σχόλια:

Δημοσίευση σχολίου

Ροή δεδομένων

Ετικέτες-Κατηγορίες

p.Ioannis.Kiparissopoulos. Από το Blogger.

Πληροφορίες

Αναγνώστες

Αναζήτηση αυτού του ιστολογίου

ΑΓΙΑ ΓΡΑΦΗ

ΑΓΙΑ ΓΡΑΦΗ
Για να μπείτε στήν Αγία Γραφή κάντε κλίκ στην εικόνα

ΠΑΤΕΡΙΚΑ

ΠΑΤΕΡΙΚΑ
Για να μπείτε στις αναρτήσεις με τα Πατερικά κείμενα κάντε κλίκ στην εικόνα

ΑΓΙΟΣ ΝΙΚΟΔΗΜΟΣ Ο ΑΓΙΟΡΕΙΤΗΣ

ΑΓΙΟΣ ΝΙΚΟΔΗΜΟΣ Ο ΑΓΙΟΡΕΙΤΗΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΑΓΙΟΣ ΛΟΥΚΑΣ Ο ΙΑΤΡΟΣ

ΑΓΙΟΣ ΛΟΥΚΑΣ Ο ΙΑΤΡΟΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΑΓΙΟΙ ΕΦΡΑΙΜ ΚΑΙ ΙΣΑΑΚ ΟΙ ΣΥΡΙΟΙ

ΑΓΙΟΙ ΕΦΡΑΙΜ ΚΑΙ ΙΣΑΑΚ ΟΙ ΣΥΡΙΟΙ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΛΟΓΟΙ ΚΑΙ ΚΛΙΜΑΞ Αγίου Ιωάννου Σιναϊτου

ΛΟΓΟΙ ΚΑΙ ΚΛΙΜΑΞ  Αγίου Ιωάννου Σιναϊτου
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Ορθόδοξο Συναξάρι

Επικοινωνήστε μαζί μας…...

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

ΓΕΡΩΝ ΠΑΪΣΙΟΣ Ο ΑΓΙΟΡΕΙΤΗΣ

ΓΕΡΩΝ  ΠΑΪΣΙΟΣ Ο ΑΓΙΟΡΕΙΤΗΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΓΕΡΩΝ ΠΟΡΦΥΡΙΟΣ

ΓΕΡΩΝ ΠΟΡΦΥΡΙΟΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Γέροντας Ιάκωβος Τσαλίκης

Γέροντας Ιάκωβος Τσαλίκης
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΑΓΙΟΣ ΚΟΣΜΑΣ Ο ΑΙΤΩΛΟΣ

ΑΓΙΟΣ ΚΟΣΜΑΣ Ο ΑΙΤΩΛΟΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Γέροντας Ιωσήφ Βατοπαιδινός

Γέροντας Ιωσήφ Βατοπαιδινός
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Γέροντας Ιωσήφ ο Ησυχαστής

Γέροντας Ιωσήφ ο Ησυχαστής
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Γέροντας Εφραίμ Κατουνακιώτης

Γέροντας Εφραίμ Κατουνακιώτης
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Άγιος Σιλουανός ο Αθωνίτης

Άγιος Σιλουανός ο Αθωνίτης
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Άγιος Νεκτάριος Επίσκοπος Πενταπόλεως

Άγιος Νεκτάριος Επίσκοπος Πενταπόλεως
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΑΓΙΟΣ ΣΥΜΕΩΝ Ο ΝΕΟΣ ΘΕΟΛΟΓΟΣ

ΑΓΙΟΣ ΣΥΜΕΩΝ Ο ΝΕΟΣ ΘΕΟΛΟΓΟΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΔΑΜΑΣΚΗΝΟΣ

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΔΑΜΑΣΚΗΝΟΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Συνολικές προβολές σελίδας