Gold Cross

Τετάρτη, 8 Ιουνίου 2011

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΕΝΔΟΞΟΝ ΜΕΤΑΜΟΡΦΩΣΙΝ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ




Ποίημα Ιακώβου μοναχού

Ευλογήσαντος του ιερέως, το Κύριε εισάκουσον, μεθ’ ο το Θεός Κύριος, και τα Τροπάρια.

Ήχος δ’. Ο υψωθείς εν τω Σταυρώ.

Τω του Σωτήρος νυν τεμένει προσδράμωμεν, Μεταμορφώσεως αυτού και προσπέσομεν, μετ ευλαβείας κράζοντες εκ βάθους ψυχής Δέσποτα βοήθησον, σπλαχνισθείς τοις σοις δούλοις, φόβω σοι προσπίπτουσοι, και πταισμάτων την λύσιν, και σωτηρίαν βραβεύσον ψυχών, των σου τιμώντων, φρικτήν Μεταμόρφωσιν.

Δόξα Πατρί…Όμοιον.
Οι υπο πλείστων οδυνών πιεζόμενοι, και πειρασμών αλλεπάλληλων θλιβόμενοι, δευτε Ναω προσπεσωμεν πιστως αδελφοι, της Μεταμορφώσεως, του Σωτήρος βοώντες· Σώτερ εξελου ημάς εκ παντοίων κινδύνων, ταις ικεσιαις σου των Προφητών, και των πανσόφων Χριστέ Αποστόλων σου.

Και νυν…Θεοτοκίον.
Της μετανοίας Θεοτόκε την τρίβον, ημάς ενίσχυσον οδεύειν πρόθυμως, τους την σεπτήν εικόνα σου τιμώντας σεπτώς, Δέσποινα και λύτρωσαι, εκ δεινών συμπτωμάτων, πάσης τε κακώσεως, δυσμενών αοράτων, και ορατών παντοίων Αγαθή προς σε γαρ πάντες, αει καταφεύγομεν.


Ο Ν’ Ψαλμός και ο Κανών
Ου η ακροστιχίς κατ΄ Αλφάβητον, εν δε τοις Θεοτοκίοις Ιακώβου.

Ωδή α΄. Ήχος πλ.δ’. Υγράν Διοδεύσας.

Δόξα σοι ο Θεός ημών δόξα σοι.
Ανυψώσας φύσιν την των βροτών, αναβάς εν όρει, Θαβωρίω θεοπρεπώς διο τους εις βάθη εμπεσόντας, αμαρτιών ημάς Σώτερ ανάστησον.

Δόξα σοι ο Θεός ημών δόξα σοι.
Βαράθρων του Άδου ημάς Σωτήρ, ανήγαγες όρει, Θαβωρίω προ του Σταυρού, μεταμορφωθείς τη αλλοιώσει, της σης μορφής και θεώσας το πρόσλημμα.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Γήθεν ανυψώσας τους Μαθητάς, έδειξας οικτίρμον, το αρχέτυπον της μορφής, κάλλος ο απώλεσεν η φύσις, παρακοή· διο νυν ημάς οίκτειρον.

Και νυν και αει και εις τους αιώνας των αιώνων. Αμήν.
Θεοτοκιον.
Ιλέωσαι Δέσποινα τον εκ σου, Σωτήρα τεχθέντα, ημίν δούναι αμαρτιών, την άφεσιν Κόρη σαις πρεσβείαις, και σωτηρίας τυχείν ημάς ποίησον.

Ωδή γ΄. Ουρανίας αψίδος.
Δόξα σοι ο Θεός ημών δόξα σοι.
Διαφύλαξον πάντας, τους την φρικτήν Δεσποτα, πόθω ευφημούντας αγίαν, σου Μεταμόρφωσιν, εις απολύτρωσιν, αμαρτιών και πταισμάτων, και νοσούντας ίασαι, μόνε Φιλάνθρωπε.

Δόξα σοι ο Θεός ημών δόξα σοι.
Εφυμνίους ωδάς σοι, πόθω πολλώ Δέσποτα, σου Μεταμορφώσει τη θεία, άδοντες μέλπομεν, παθών εις ίασιν, και νοσημάτων Οικτίρμων, και πταισμάτων άφεσιν, μόνε Θεάνθρωπε.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Ζωης νύν και θανάτου, Κύριος ων Δέσποτα, τον τε Μωυσήν και Ηλίαν, όρει παρεστήσας, μεταμορφούμενος, προ του Σταυρού σου δεικνύων, Μαθηταίς σου έγερσιν, μόνε Υπέρθεε.

Και νυν και αει και εις τους αιώνας των αιώνων. Αμήν.
Θεοτοκίον
Απειρόγαμε Κόρη, ολολαμπής Άνασσα, συν τοις Αποστόλοις δυσωπει, Ον εσωμάτωσας, νόσων και θλίψεων, και πάσης άλλης ανάγκης, σώσαι τους υμνούντας σε, Θεοχαρίτωτε.

Διάσωσον, από κινδύνων τους δούλους σου Φωτοδότα, ότι πάντες Χριστέ προς σε αει καταφεύγομεν, τον μεταμορφωθέντα Σωτήρα.

Θεοτοκίον. Επίβλεψον εν ευμενεία…

Αίτησις Ιερέως και το κάθισμα.
Ήχος β’. Τα άνω ζητών.
Σκοτία πολλή, κυκλούμενοι οι δούλοι σου, και υπό πνευμάτων, του σκότους απειλούμενοι, προς σε καταφεύγομεν, Φωτοδότα κράζοντες· οίκτειρον, και τω φωτί σου φώτισον ημας, φωτί ο αστράψας της θεότητος.

Δόξα Πατρί…..Και νυν …..Θεοτοκίον.
Πρεσβεία θερμή και τείχος απροσμάχητον, ελέους πηγή του κόσμου καταφύγιον, εκτενώς βοώμεν σοι Δέσποινα πρόφθασον, και εκ κινδύνων λύτρωσαι ημάς, η μόνη ταχέως προστατεύουσα.

Ωδη δ΄. Εισακήκοα Κύριε.
Δόξα σοι ο Θεός ημών δόξα σοι.
Η φρικτή Μεταμόρφωσις, σου τους Αποστόλους χαράς ενέπλησε, Θεόν είναι σε γνωρίσαντες, ουρανού και γής τε κυριεύοντα.

Δόξα σοι ο Θεός ημών δόξα σοι.
Θαυμαστή όντως πέφυκεν, η σεπτή και θεία σου Μεταμόρφωσις· υπέρ ήλιον γαρ έλαμψεν, η μορφή σου Λόγε εξαστράπτουσα.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Ιδού Σώτερ εβόησαν, Μωυσής Ηλίας τε Αποστόλοις σου, ον δωσώπει ως Πανάγαθον, του σωθήναι πάντας τους τιμώντας σε.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Θεοτοκίον.
Καθαρόν ενδιαίτημα, μόνη συ εφάνης Κόρη του Κτίστου σου, ον δυσώπει ως Πανάγαθον, του σωθήναι πάντας τους τιμώντας σε.

Ωδή ε΄. Φώτισον ημάς.
Δόξα σοι ο Θεός ημών δόξα σοι.
Κράτος και ισχύν, Κραταιέ ημάς περίζωσον, ο κρατών χειρί το σύμπαν τους τον σον, κράτος υμνούντας, και σοι γόνυ υποκλίνοντας.

Δόξα σοι ο Θεός ημών δόξα σοι.
Λάμψον και ημιν, Φωτοκράτορ φως υπέρφωτον, ο ποιών λόγω άστρα και αστραπάς, και γεννηθήτω το φως ειπών και εγένετο.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Μέγα και φρικτόν, εθεάσαντο μυστήριον, σου οι Απόστολοι εν όρει Θαβώρ, Πατρός φωνής τε, νεφέλης εν μέσω ήκουον.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Θεοτοκίον.
Ώρα την φρικτήν, ενθυμούμαι του σου βήματος, και συσχεθείς εν φόβω σοι εκβοώ· φείσαι μου Σώτερ, δεήσεσι της τεκούσης σε.

Ωδή στ΄. Την δέησιν εκχεώ.
Δόξα σοι ο Θεός ημών δόξα σοι.
Νόμου σου τους προεξάρχοντας Κύριε, Μωυσήν Ηλίαν και τους προκρίτους, των μαθητών, σου Θαβώρ εν τω όρει, αίγλη προσώπου εξέστησας άπαντας και ήκουον εκ του Πατρός, βεβαιούντος Χριστέ την Υιότητα.

Δόξα σοι ο Θεός ημών δόξα σοι.
Ξενίζονται των Αγγέλων άπασαι, στρατιαί και των ανθρώπων τα πλήθη, Χριστέ Σωτήρ σου το ξένον ορώσαι το της μορφής ο εν Όρει υπέδειξας, πιστούμενος σους μαθητάς, ότι συ ει του Πατρός το απαύγασμα.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Οι τρείς σου των Αποστόλων βλέποντας, Μωυσήν τε και Ηλίαν οφθέντας, και σου Χριστέ, τας εξόδους λαλούντας, πρηνείς πεσόντες εν φοβω συνείχοντο, ακούοντες εκ του Πατρός, μαρτυρούντος σου Λόγε το γνήσιον.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Θεοτοκίον.
Βασίλισσαν ο Δαβίδ σε Δέσποινα, προηγόρευσε τεκούσαν τον Λόγον, Δημιουργόν, Βασιλέα και Κτίστην, και Ποιητήν των αιώνων και Κύριον σου δέομαι δείξον καμέ, βασιλέα παθών των τιμώντα σε.

Ανάστησον εξ έργων σκότους και βάθους αγνείας Σώτερ, και επι το κρείττον τους δούλους σου μεταμόρφωσον, εις αρετών όρος αναβιβάζων.

Θεοτοκίον.
Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως επ' εσχάτων, των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.


Αίτησις ιερέως και το κοντάκιον.
Ήχος δ΄. Προστασία των Χριστιανών.

Ως Θεόν και Σωτήρα σε έχοντες μέγιστον, και εν πάσι δεινοίς βοηθών ημών έτοιμον, ικετεύομεν σε θερμώς Ζωοδότα Ιησού· Σου την πρόνοιαν την αγαθήν, και ευσπλαχνια σου πολλήν, εφ΄ημάς ενδειξάμενος, σώσον εκ των κινδύνων, δεινών τε πειρατηρίων, και των εχθίστων δυσμενών, τους εν πίστει ανυμνούντας σε.

Προκείμενον.
Θαβώρ και Ερμών εν τω ονόματί σου αγαλλιάσονται.
Στιχ. Σοι εισίν οι ουρανοί και ση εστίν η γη.

Ευαγγέλιον
Εκ του κατά Λουκάν. (Θ’. 28-36)

Εγένετο δε μετά τους λόγους τούτους ωσεί ημέραι οκτώ και παραλαβών τον Πέτρον και Ιωάννην και Ιάκωβον ανέβη εις το όρος προσεύξασθαι. Και εγένετο εν τω προσεύχεσθαι αυτόν το είδος του προσώπου αυτού έτερον και ο ιματισμός αυτού λευκός εξαστράπτων και ιδού άνδρες δύο συνελάλουν αυτώ, οίτινες ήσαν Μωϋσής και Ηλίας, οι οφθέντες εν δόξη έλεγον την έξοδον αυτού ην έμελλε πληρούν εν Ιερουσαλήμ. Ο δε Πέτρος και οι συν αυτώ ήσαν βεβαρημένοι ύπνω· διαγρηγορήσαντες δε είδον την δόξαν αυτού και τους δύο άνδρας τους συνεστώτας αυτώ. και εγένετο εν τω διαχωρίζεσθαι αυτούς απ΄ αυτού είπεν ο Πέτρος προς τον Ιησούν· επιστάτα, καλόν εστιν ημάς ώδε είναι· και ποιήσωμεν σκηνάς τρεις, μίαν σοι και μίαν Μωϋσεί και μίαν Ηλία, μη ειδώς ο λέγει ταύτα δε αυτού λέγοντος εγένετο νεφέλη και επεσκίασεν αυτούς· εφοβήθησαν δε εν τω εισελθείν εκείνους εις την νεφέλην· και φωνή εγένετο εκ της νεφέλης λέγουσα· ούτος εστίν ο Υιός μου ο αγαπητός· αυτού ακούετε· και εν τω γενέσθαι την φωνήν ευρέθη ο Ιησούς μόνος και αυτοί εσίγησαν και ουδενί απήγγειλαν εν εκείναις ταις ημέραις ουδέν ων εωράκασιν.


Ο χορός
Δόξα σοι Κύριε δόξα σοι.
Ήχος β’.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Ταίς των Αποστόλων, πρεσβείας Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Ταις της Θεοτόκου, πρεσβείας ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Στίχ. Ελεήμον, ελέησον με ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

Προσόμοιον
Ήχος πλ. β’. Όλην αποθέμενοι.
Λάμψας υπέρ ήλιον, επί του Όρους Οικτοίρμον, την αμαυρωθείσαν μου, φύσιν κατελάμπρυνας, και εθέωσας· τα ημών πταίσματα, ως Δεσπότην πάντων, συγχωρήσας Υπεράγαθε· διο δεόμεθα, λάμψον φωτισμόν ταις ψυχαίς ημών· και λύτρωσαι κολάσεως, της αιωνιζούσης τους δούλους σου, τους μετ’ ευλαβείας, τιμώντας την λαμπράν σου και φρικτήν, και ένδοξον Μεταμόρφωσιν, μόνε Πολυέλεε.

Ο ιερεύς Σώσον ο Θεός τον λαόν σου…
Ο χορός Κύριε ελέησον ιβ’
Ο ιερεύς Ελέει και οικτιρμοίς και φιλανθρωπία…
Ο χορός Αμήν.

Ωδή ζ’. Οι εκ της Ιουδαίας.
Δόξα σοι ο Θεός ημών δόξα σοι.
Προσκυνούμεν εκ πόθου, και τιμώμεν την θείαν σου Μεταμόρφωσιν, δι’ ης βροτών η φύσις, ενδόξως ανυψώθη, εις το πρώτον αξίωμα. Ο των Πατέρων ημών, Θεός ευλογητός ει.

Δόξα σοι ο Θεός ημών δόξα σοι.
Ρητορεύουσα γλώσσα, μεγαλεία τα σα ου δύναται φθέξασθαι· Μωσήν γαρ και Ηλίαν, συμπαρέστησας Σώτερ, εν Θαβώρ μεταμορφούμενος, αναβοώντας προς σε Θεός ει Παντοκράτωρ.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Συνανήλθε σοι Λόγε, Μαθητών η ακρότης επι του όρους Θαβώρ, οις της Θεότητός σου την δόξαν και το κάλος, εφανέρωσας κράζουσιν ο των Πατέρων ημων Θεός ευλογητός ει.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Θεοτοκίον.
Ο των όλων Δεσπότης, εκ γαστρός σου προήλθε Παρθένε Άχραντε και έσωσε τον κόσμον, εκ πλάνης των ειδώλων, και ανθρώπους εθέωσεν· Όν εκδυσώπει Αγνή, τους σε τιμώντας σώσαι.

Ωδή η’. Τον Βασιλέα των ουρανών.
Δόξα σοι ο Θεός ημών δόξα σοι.
Τον εν Θαβώρ μεταμορφωθέντα Σωτήρα, ανυμνούμεν βροτοί κατά χρέος, δι ου ανακαινίσθη, η βρότειος ουσία.

Δόξα σοι ο Θεός ημών δόξα σοι.
Υπερεκβλύζει, τοις προσιούσι την χάριν, και οσμην μυρεψικήν αποπνέει, η εικών Σωτήρ μου, του θείου σου προσώπου.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Φαίνει εν κόσμω, και δαδουχεί τας ακτίνας, η Μεταμόρφωσις του Σωτήρος· Όν υπερυψούμεν, εις πάντας τους αιώνας.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Θεοτοκίον.
Υπερφυώς τον Δημιουργόν και Σωτήρα, Θεόν τέτοκας Λόγον Παρθενε· Όν συν Ασωμάτοις, υμνούμεν εις αιώνας.

Ωδή θ’. Κυρίως Θεοτόκον.
Δόξα σοι ο Θεός ημών δόξα σοι.
Χαράς και ευφροσύνης, τας ημων καρδίας, πληροί Σωτήρ μου η θεία σου Μεταμόρφωσις, ην ανυμνούντες εκ πόθου, σε μεγαλύνομεν.

Δόξα σοι ο Θεός ημών δόξα σοι.
Ψαλμοίς ωδαίς και ύμνοις, μέλψωμεν αξίως, υμνολογούντες σεπτήν Μεταμόρφωσιν, την του Σωτήρος εν φόβω, ον μεγαλυνομεν.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Ωράθης ευσπλαχνία, άνθρωπος Σωτήρ μου, ινα θεώσης φθαρέντα τον άνθρωπον· διο Θεάνθρωπε πάντες, σε μεγαλύνομεν.

Και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Θεοτοκίον.
Σωμάτων αλγηδόνας, και ψυχών τα πάθη, από των δούλων σου Κόρη απέλασον, των προστρεχόντων εν πίστει, τη θεία σκέπη σου.

Και ευθύς το·
Άξιον εστίν ως αληθώς μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ την αδιαφθόρως Θεόν Λόγον τεκούσαν,
την όντως Θεοτόκον, Σε μεγαλύνομεν.

Ο Ιερεύς θυμιά και ημείς ψάλλομεν τα Μεγαλυνάρια.

Θέλων επιδείξαι τοις μαθηταίς, δύναμιν εξ ύψους, και σοφίαν παρά Πατρός, εν όρει ανήλθες, Χριστέ τω Θαβωρίω, και λάμψας ως Δεσπότης, τούτους εφώτισας.

Την αμαυρωθείσαν φύσιν ημών, ηύγασας εν όρει, Θαβωρίω τω θαυμαστώ· μεταμορφωθείς γαρ, επί των μαθητών σου, ως ήλιος αστράψας, τούτους εξέστησας.

Δεύτε προσκυνήσωμεν ευλαβώς, την σεπτήν εικόνα, του Σωτήρος την θαυμαστήν, του τε σαρκωθέντος, και μεταμορφωθέντος, εξ ης ημίν εκβλύζει, χάριτος νάματα.

Φαίδρυνον κατάλαμψον τους πιστώς, τιμώντας σου Λόγε, Μεταμόρφωσιν την φαιδράν, και ρύσαι κινδύνων, και πάσης άλλης βλάβης, των ζοφερών πνευμάτων, ως Παντοδύναμος.

Δεύτε οι εν νόσοις παντοδαπαίς, και οι εν κινδύνοις, συνεχόμενοι χαλεποίς, δράμωμεν προθύμως, εν τούτο τω τεμένει, Χριστού Μεταμορφώσεως, και σωθείημεν.

Της Μεταμορφώσεως ο Ναός, αει βρύει πάσιν, ρώσιν σώματος και ψυχής, δαίμονας ελαύνει, και φωτίζει τας φρένας, των φόβω προσιόντων αυτώ εκ πίστεως.

Χάρις νυν μεγίστη παρά Θεού, εκ του Οίκου τούτου, του Σωτήρος ημών Χριστού, δέδοται τοις πόθω, αυτώ νυν προσκυνούσι, πληρούσα τας αιτήσεις, και πόνους παύουσα.

Φώτισον καρδίας πάντων πιστών, λάμψον θείαν χάριν, μεταμόρφωσον Ιησού, ση Μεταμορφώσει, ημάς τα πλάσματά σου, εις σου το κατ’ εικόνα, και καθ’ ομοίωσιν.

Ύψωσον το κέρας Χριστιανών, βράβευσον ειρήνην, Εκκλησίας σου Ιησού, φείσαι του λαού σου, Μητρός σου μεσιτείας, των θείων Προφητών σου, και Αποστόλων σου.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η Δωδεκάς, οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.

Το Τρισάγιον
Απολυτίκιον. Ήχος βαρύς.


Μετεμορφώθης εν τω Όρει, Χριστέ ο Θεός, δείξας τοις Μαθηταίς σου την δόξαν σου, καθώς ηδύναντο. Λάμψον και ημίν τοις αμαρτωλοίς, το φως σου το αϊδιον, πρεσβείαις της Θεοτόκου, Φωτοδότα, δόξα σοι.

Κοντάκιον. Ήχος ο αυτός.

Επί του Όρους μετεμορφώθης, και ως εχώρουν οι Μαθηταί σου την δόξαν σου, Χριστέ ο Θεός, εθεάσαντο, ίνα όταν σε ίδωσι σταυρούμενον, το μεν πάθος νοήσωσιν εκούσιον, τω δε κόσμω κηρύξωσιν, ότι συ υπάρχεις αληθώς, του Πατρός το απαύγασμα.

Τα τροπάρια. Ήχος πλ. β’.

Ελέησον ημάς, Κύριε, ελέησον ημάς, πάσης γάρ απολογίας απορούντες, ταύτην σοι τήν ικεσίαν, ώς Δεσπότη, οι αμαρτωλοί προσφέρομεν· ελεήσον ημάς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου