Περὶ ἀγρυπνίας σωματικῆς, πῶς διὰ ταύτης
γίνεται ἡ τοῦ πνεύματος, καὶ πῶς δεῖ ταύτην μετιέναι.1. (940.) Τοῖς ἐπὶ γῆς βασιλεῦσιν οἱ μὲν ἄοπλοί τινες καὶ γυμνοὶ, οἱ δὲ ῥάβδους κατέχοντες, οἱ δὲ θυρεοὺς, οἱ δὲ μαχαίρας παρίστανται· πολλὴ δέ τις ἡ διαφορὰ τῶν πρωτευόντων παρὰ τοὺς ἐσχάτους καὶ ἀσύγκριτος.
2. Οὗτοι γὰρ καὶ συγγενεῖς κυρίως, καὶ οἰκεῖοι τοῦ βασιλέως εἶναι πεφύκασι. Καὶ ταῦτα μὲν ἐν τούτοις· φέρε δὴ λοιπὸν καὶ ἡμεῖς ἴδωμεν πῶς τὴν ἡμετέραν παράστασιν πρὸς τὸν Θεὸν καὶ βασιλέα ποιούμεθα, ἔν τε ταῖς ἑσπεριναῖς, καὶ ἡμεριναῖς, καὶ νυκτεριναῖς παραστάσεσι καὶ εὐχαῖς. Τινὲς μὲν γὰρ ἐν τῇ ἑσπερινῇ διανυκτερεύσει ἄϋλοι, καὶ γυμνοὶ πάσης φροντίδος, ἐπὶ προσευχὴν τὰς χεῖρας ἐκτείνουσιν· ἕτεροι δὲ, μετὰ ψαλμῳδίας ἐν ταύταις παρίστανται· ἄλλοι, τῇ ἀναγνώσει μᾶλλον προσκαρτεροῦσι· τινὲς δὲ, διὰ τοῦ ἔργου τῶν χειρῶν ἐξ ἀσθενείας ἀνδρείως τῷ ὕπνῳ μάχονται· ἄλλοι, τῇ τοῦ θανάτου ἐννοίᾳ προσασχολούμενοι, διὰ ταύτης κατάνυξιν προσλαβέσθαι βούλονται.
Τούτων πάντων οἱ πρῶτοι καὶ ἔσχατοι θεοφιλεῖ προσκαρτεροῦσι διανυκτερεύσει· οἱ δὲ δεύτεροι, μοναχικῇ· οἱ δὲ τρίτοι ἐσχατωτέραν βαδίζουσιν ὁδόν· πλὴν κατὰ τὸν λογισμὸν καὶ τὴν δύναμιν ὁ Θεὸς τὰ δῶρα δέχεταικαὶ λογίζεται· ἄγρυπνον ὄμμα ἥγνισεν νοῦν.
3. Πλῆθος δὲ ὕπνου ἐπώρωσε ψυχήν· ὁ δὲ ὑπνώδης, ταύτης σύζυγος·
4. ἀγρυπνία πυρώσεων θραῦσις· ἐνυπνιασμῶν λύτρωσις· κάθυγρος ὀφθαλμὸς, ἡπαλυμένη καρδία, λογισμῶν φυλακὴ, βρωμάτων χωνευτήριον, πνευμάτων δαμαστήριον, γλώττης κολαστήριον, φαντασιῶν φυγαδευτήριον.
5. Μοναχὸς ἄγρυπνος, ἁλιευτὴς λογισμῶν, ἐν γαλήνῃ νυκτὸς εὐχερῶς τούτους κατανοεῖν, καὶ ἀγρεύειν (941.) δυνάμενος·
6. μοναχὸς φιλόθεος σάλπιγγος προσευχῆς σημαινούσης λέγει· Εὖγε, εὖγε! Ὁ δὲ ῥᾴθυμος λέγει. Οἴμοι, οἴμοι!
7. Τραπέζης ἑτοιμασία ἐδοκίμασε γαστριμάργους· καὶ προσευχῆς ἐργασία ἐδοκίμασε φιλοθέους· ὁ μὲν πρότερος ἰδὼν ἐκείνην, σκιρτᾷ, ὁ δὲ δεύτερος σκυθρωπάζει·
8. λήθης πρόξενος ὕπνος πολύς· ἀγρυπνία δὲ μνήμην ἐκκαθαίρει·
9. πλοῦτος γεωργοῖς ἐν ἅλωνι καὶ ληνῷ συνάγεται· πλοῦτός τε καὶ γνῶσις μοναχοῖς ἐν ἑσπεριναῖς, καὶ νυκτεριναῖς παραστάσεσι, καὶ ἐργασίαις νοός·
10. ὕπνος πολὺς σύμβιος ἄδικος· τὸ ἥμισυ τῆς ζωῆς τῶν ῥᾳθύμων ἀφαρπάζων ἀπ᾿ αὐτῶν, ἢ καὶ πλέον.
11. Ἀδόκιμος μοναχὸς ἐν συντυχίαις ἄγρυπνος, καὶ ὥρας εὐχῆς καταλαβούσης, τοὺς ὀφθαλμοὺς ἐβαρήθη·
12. μοναχὸς χαῦνος ἐν πολυλογίαις δόκιμος, καὶ ἀναγνώσεως ἐνεχθείσης, ἐμβλέπειν ἀπὸ τοῦ ὕπνου οὐ δύναται.
13. Σάλπιγγος γινομένης νεκρῶν ἀνάστασις, καὶ ἀργολογίας καταλαβούσης κοιμωμένων ἀνάνηψις·
14. δόλιος φίλος τοῦ ὕπνου ὁ τύραννος· κορεσθέντων ἡμῶν πολλάκις ὑποχωρεῖ· καὶ ἐν πείνῃ καὶ ἐν δίψῃ ἰσχυρῶς πολεμεῖ·
15. ἔργον χειρῶν ἐν ταῖς εὐχαῖς βαστάζειν ὑποτίθεται·ἄλλως γὰρ τὴν προσευχὴν τῶν ἀγρυπνούντων ἀφανίζειν οὐ δύναται· τοῖς εἰσαγωγικοῖς πρῶτον ἐν τῷ πολέμῳ ὑπεισέρχεται, ἵνα ῥᾳθυμῆσαι ἐκ προοιμίων ποιήσῃ, ἢ ἵνα τῷ τῆς πορνείας προευτρεπίσῃ δαίμονι.
17. Ἕως οὗ τούτου ἐλευθερωθῶμεν, μετὰ πλήθους ψάλλειν μὴ παραιτησώμεθα· πολλάκις γὰρ αἰδούμενοι, οὐ νυστάζομεν· ἐχθραίνει τοῖς λαγωοῖς ὁ κύων, καὶ τῷ ὕπνῳ ὁ τῆς κενοδοξίας δαίμων.
18. Μετὰ μὲν τὴν ἡμέραν ὁ πράτης· μετὰ δὲ τὴν ψαλμῳδίαν ὁ ἐργάτης καθεσθεὶς τὸ κέρδος ψηφίζει·
19. ἔκδεξαι μετὰ προσευχὴν νηφόντως· καὶ τότε ὄψει ὁρμαθοὺς δαιμόνων ὡς πολεμηθέντας ὑφ᾿ ἡμῶν μετὰ τὴν προσευχὴν ταῖς ἀτόποις ἡμᾶς φαντασίαις περιπείρειν δοκιμάζοντας· καθεσθεὶς τήρει, καὶ ὄψει τοὺς σεσυνηθικότας τὰς ἀπαρχὰς ἀφαρπάζειν τῆς ψυχῆς·
20. ἔστι μὲν μετὰ τοὺς ὕπνους ἐκ συνεχείας μελετᾷν τὰ τῶν ψαλμῶν λόγια· ἔστι δὲ ὅτε οἱ δαίμονες ἡμῖν ταῦτα ὑποτίθενται, ἵνα πρὸς ὑπερηφανίαν ἀνεπάρωσι. Τὸ δὲ τρίτον λέγειν οὐκ ἤθελον, πλήν τίς με λέγειν βεβίακε. Ψυχὴ λόγον Κυρίου ἀδιαλείπτως μεθ᾿ ἡμέραν μελετῶσα, καὶ τῷ ὕπνῳ ἐν τούτῳ ἐμφιλοχωρεῖν πέφυκεν. Ἀντιμισθία γὰρ κυρίως τοῦ προτέρου τὸ δεύτερον πρὸς ἀποτροπὴν πνευμάτων καὶ φαντασμάτων.
Βαθμὸς εἰκοστός· ὁ τοῦτον εἰληφὼς, φῶς ἐδέξατο [al. ἔλαμψεν]ἐν τῇ καρδίᾳ αὑτοῦ.
| (Διὰ τὴν σωματικὴν ἀγρυπνίαν, καὶ διὰ
τὸ πῶς πρέπει νὰ ἐπιτελῶμεν αὐτήν)ΣΤΟΥΣ ΕΠΙΓΕΙΟΥΣ βασιλεῖς, ἄλλοι παρίστανται ἄοπλοι καὶ γυμνοί, ἄλλοι μὲ ράβδους, ἄλλοι μὲ ἀσπίδες καὶ ἄλλοι μὲ ξίφη. Εἶναι δὲ μεγάλη καὶ ἀσύγκριτη ἡ διαφορὰ ἀνάμεσα στοὺς πρώτους καὶ στοὺς τελευταίους. Διότι οἱ πρῶτοι εἶναι συνήθως συγγενεῖς καὶ οἰκειακοὶ τοῦ βασιλέως. Καὶ αὐτὰ μὲν συμβαίνουν σ᾿ αὐτούς.
Ἐμπρὸς λοιπὸν καὶ ἐμεῖς νὰ ἐξετάσωμε πῶς παριστάμεθα ἐνώπιον τοῦ Θεοῦ καὶ Βασιλέως μας στὶς ἑσπερινές, τὶς νυκτερινὲς καὶ τὶς λοιπὲς παραστάσεις καὶ προσευχές.
Στὴν βραδυνὴ ἀγρυπνία μερικοὶ ὑψώνουν τὰ χέρια τους σὲ προσευχή, ἄϋλοι καὶ ἀπηλλαγμένοι ἀπὸ κάθε φροντίδα. Ἄλλοι τὴν ἐπιτελοῦν μὲ ψαλμῳδία. Ἄλλοι ἐπιμένουν ἰδιαιτέρως στὴν ἀνάγνωσι. Ἄλλοι ἀπὸ ἀδυναμία πολεμοῦν ἀνδρείως τὸν ὕπνο μὲ τὸ ἐργόχειρο. Καὶ ἄλλοι ἀπασχολοῦνται μὲ τὴν σκέψι τοῦ θανάτου, θέλοντας ἔτσι νὰ αἰσθανθοῦν κατάνυξι. Ἐξ ὅλων αὐτῶν οἱ πρῶτοι καὶ οἱ τελευταῖοι κάνουν θεάρεστη ἀγρυπνία. Οἱ δεύτεροι μοναχική. Οἱ τρίτοι βαδίζουν σὲ κατώτερη ὁδό. Πάντως ἀναλόγως πρὸς τὴν προαίρεσι καὶ τὴν δύναμι τοῦ καθενός, δέχεται καὶ ἀξιολογεῖ τὰ δῶρα ὁ Θεός.
2. Ὁ ἄγρυπνος ὀφθαλμὸς ἐξήγνισε τὸν νοῦ, ἐνῷ ὁ πολὺς ὕπνος ἐπώρωσε τὴν ψυχή. Ὁ ἄγρυπνος μοναχὸς εἶναι ἐχθρὸς τῆς πορνείας, ἐνῷ ὁ ὑπνώδης εἶναι σύζυγός της.
3. Ἡ ἀγρυπνία εἶναι θραῦσις τῆς σαρκικῆς πυρώσεως, λύτρωσις ἀπὸ τοὺς μολυσμοὺς τῶν ἐνυπνιασμῶν, δακρύβρεκτος ὀφθαλμός, ἁπαλὴ καρδία, προφύλαξις ἀπὸ τοὺς λογισμούς, χωνευτήριο τῶν φαγητῶν, δαμαστήριο τῶν παθῶν, κολαστήριο τῆς γλώσσης, φυγαδευτήριο τῶν αἰσχρῶν φαντασιῶν.
4. Ὁ ἄγρυπνος μοναχὸς εἶναι ἁλιεὺς τῶν λογισμῶν, ἱκανὸς νὰ τοὺς ἀντιλαμβάνεται καὶ νὰ τοὺς συλλαμβάνη μὲ εὐχέρεια μέσα στὴν νυκτερινὴ γαλήνη. Ὁ φιλόθεος μοναχός, ὅταν σημαίνη ἡ σάλπιγγα τῆς προσευχῆς, ἀναφωνεῖ: Εὖγε! Εὖγε! (πρβλ. Ἰὼβ λα´ 29), ἐνῷ ὁ ρᾴθυμος ὀδύρεται: Ἀλλοίμονο! Ἀλλοίμονο!
5. Ἡ προετοιμασία τῆς τραπέζης ἐδοκίμασε τοὺς γαστριμάργους καὶ ἡ ἐργασία τῆς προσευχῆς ἐδοκίμασε τοὺς φιλοθέους. Ὁ πρῶτος μόλις ἀντικρύση τὴν τράπεζα σκιρτᾶ, ἐνῷ ὁ δεύτερος σκυθρωπάζει.
6. Ὁ πολὺς ὕπνος εἶναι πρόξενος τῆς λήθης, ἐνῷ ἡ ἀγρυπνία καθαρίζει τὴν μνήμη.
7. Ὁ πλοῦτος τῶν γεωργῶν συναθροίζεται στὸ ἁλώνι καὶ στὸ πατητήρι, ἐνῷ ὁ πλοῦτος καὶ ἡ γνῶσις τῶν μοναχῶν, στὶς ἑσπερινὲς καὶ νυκτερινὲς προσευχὲς καὶ στὴν νοερὰ ἐργασία.
8. Ὁ πολὺς ὕπνος εἶναι σύζυγος ἄδικος, ποὺ ἀφαρπάζει τὸ ἥμισυ ἢ καὶ περισσότερο ἀκόμη ἀπὸ τὴν ζωὴ τοῦ ρᾳθύμου.
9. Ὁ ἀδόκιμος μοναχὸς εἶναι ἄγρυπνος στὶς συζητήσεις. Ὅταν ὅμως ἦλθε ἡ ὥρα τῆς προσευχῆς, ἐβάρυναν τὰ μάτια του. Ὁ ἀποχαυνωμένος μοναχὸς εἶναι ἱκανὸς γιὰ πολυλογίες. Ὅταν ὅμως ἀρχίση ἡ ἀνάγνωσις, δὲν μπορεῖ οὔτε νὰ κοιτάξη ἀπὸ τὴν νύστα.
Ὅταν θὰ ἠχήση ἡ ἐσχάτη σάλπιγγα, θὰ συμβῆ ἡ ἀνάστασις τῶν νεκρῶν. Κατὰ παρόμοιο τρόπο μολὶς ἀρχίση ἡ ἀργολογία, θὰ συμβῆ ἡ ἀνάνηψις τῶν κοιμωμένων. Εἶναι ὕπουλος φίλος ὁ τύραννος ποὺ λέγεται ὕπνος. Πολλὲς φορές, ὅταν εἴμαστε χορτασμένοι ἀπὸ φαγητὰ ὑποχωρεῖ, ἐνῷ ὅταν πεινοῦμε καὶ διψοῦμε μᾶς πολεμεῖ δυνατά. Στὴν προσευχὴ προτρέπει νὰ κρατοῦμε ἐργόχειρο, διότι μὲ ἄλλον τρόπο δὲν μπορῆ νὰ χαλάση τὴν προσευχὴ αὐτῶν, οἱ ὁποῖοι ἀσκοῦν ἀγρυπνία.
Στοὺς ἀρχαρίους αὐτὸς εἶναι ὁ πρῶτος πόλεμος ποὺ ἀντιμετωπίζουν· μὲ τὸν σκοπὸ νὰ τοὺς κάνη ἐξ ἀρχῆς ρᾳθύμους ἢ νὰ προετοιμάση τὸν δρόμο γιὰ τὸν δαίμονα τῆς πορνείας. Ἕως ὅτου ἐλευθερωθοῦμε ἀπὸ αὐτόν, ἂς μὴν ἀφίνουμε τὴν κοινὴ ψαλμῳδία μὲ τὸ πλῆθος τῶν ἀδελφῶν· διότι ἔτσι πολλὲς φορὲς αἰσθανόμεθα ἐντροπὴ καὶ δὲν νυστάζομε.
10. Ὁ σκύλος εἶναι ἐχθρὸς τῶν λαγῶν· ὁμοίως καὶ ὁ δαίμων τῆς κενοδοξίας εἶναι ἐχθρός του ὕπνου.
11. Ὁ ἔμπορος μετρᾶ τὸ κέρδος, ὅταν τελειώση ἡ ἡμέρα, καὶ ὁ ἀγωνιστὴς μοναχός, ὅταν τελειώση ἡ ψαλμῳδία.
12. Περίμενε καὶ πρόσεχε καὶ θὰ ἰδῆς μετὰ ἀπὸ τὴν προσευχὴ στίφη δαιμόνων, οἱ ὁποῖοι ἐπειδὴ πολεμήθηκαν ἐκ μέρους μας προσπαθοῦν νὰ μᾶς τραυματίσουν μὲ τὶς ἀπρεπεῖς φαντασίες. Κάθησε καὶ παρατήρει, καὶ θὰ ἰδῆς αὐτοὺς ποὺ συνηθίζουν νὰ ἀφαρπάζουν τοὺς πρώτους καρποὺς τῆς ψυχῆς.
13. Συμβαίνει μερικὲς φορὲς ἐνῷ κοιμόμαστε, νὰ μελετοῦμε τοὺς στίχους τῶν Ψαλμῶν. Τοῦτο συμβαίνει, διότι προηγήθηκε αὐτὴ ἡ μελέτη. Μερικὲς ὅμως φορὲς μᾶς τὰ προκαλοῦν αὐτὰ οἱ δαίμονες, γιὰ νὰ μᾶς δημιουργήσουν ἔπαρσι ὑπερηφανείας. Ὑπάρχει καὶ τρίτη περίπτωσις ποὺ δὲν ἤθελα νὰ ἀναφέρω, ἀλλὰ κάποιος μὲ ἐξηνάγκασε: Ἡ ψυχὴ ποὺ μελετᾶ ἀκατάπαυστα κάθε ἡμέρα τὸν λόγο τοῦ Κυρίου, συνηθίζει καὶ στὸν ὕπνο νὰ προσκολλᾶται σ᾿ αὐτὰ τὰ νοήματα. Τὸ δεύτερο αὐτὸ εἶναι κυρίως ἡ ἀνταμοιβὴ τοῦ πρώτου, γιὰ νὰ ἀπομακρύνωνται ἀπὸ τὴν ψυχὴ ἁμαρτίες καὶ νυκτερινὲς φαντασίες!
Δεκάτη ἐνάτη βαθμίδα! Ὅποιος τὴν ἀνέβηκε, ἐδέχθηκε φῶς στὴν καρδια του. |
0 σχόλια:
Δημοσίευση σχολίου