Gold Cross

Σάββατο, 14 Ιανουαρίου 2012

Ἐγκώμια Αγίου Ευθυμίου Ψαλλόμενα ἀντὶ τοῦ Κοινωνικοῦ

Ἐγκώμια: Ψαλλόμενα ἀντὶ τοῦ Κοινωνικοῦ

Στάσις γ΄. Αἱ γενεαὶ πᾶσαι

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Εὐθύμιε τρισμάκαρ.

Ἄγγελος Κυρίου, ἐμύνησε τὸν τόκον, τοῖς σοῖς γονεῦσι μάκαρ.

Εὐθυμεῖτε ἔφη, Ἄγγελος σοῖς γονεῦσιν, ὅτι φωστὴρ γεννᾶται.

Θεῷ ἀφιερώθης, ἐκ μητρικῆς κοιλίας, ὡς Σαμουὴλ ὁ θεῖος.

Πνεύματος Ἁγίου, δοχεῖον ἀνεδείχθης, Εὐθύμιε θεόφρων.

Εὐθύμιε θεόφρων, σκέπε ἡμᾶς λιταῖς σου, ἐκ πάσης ἐπηρείας.

Τῶν μοναζόντων Πάτερ, ἑδραίωμα ἐγένου, καὶ θεία βακτηρία. Ὀρθοδόξως πᾶσιν, Εὐθύμιε τὴν πίστιν, ἐκήρυξας τὴν θείαν.

Τῇ σῇ γεννήσει πᾶσαι, ἐλήθυσαν αἱρέσεις, Εὐθύμιε τρισμάκαρ.

Θεράπων τῆς Τριάδος, μεαλοκῆρυξ ὤφθης, Εὐθύμιε καὶ λάτρης.

Εὐθήμησον εὐφραίνου, ἡ ἔρημος ἡ στεῖρα, διὰ τὸν πολιστήν σου.

Χριστοῦ τῇ Ἐκκλησίᾳ, εἰρήνη ἐγεγόνει, τῇ σῇ γεννήσει Πάτερ.

Ἱερουργὸς θαυμάτων, ὑπερφυῶν ἐγένου, τῇ θείᾳ συνεργείᾳ.

Ἱερωσύνης χρίσμα, νεύσει Θεοῦ ἐδέχθης, ὡς ἄξιος ἐργάτης,

Σοῦ ἱερουργοῦντος, στύλος πυρὸς ὡρᾶτο, τὸ καθαρὸν δηλῶν σου.

Θεόθεν ἐκομίσω, τῆς προφητείας χάριν, Εὐθύμιε παμμάκαρ.

Εἰς τύπον τῆς μορφῆς σου, εἰκόνα προσκυνοῦμεν, τὴν σὴν σημειοφόρε.

Σημειοφόρε Πάτερ, Εὐθύμιε δυσώπει, ὑπὲρ ἡμῶν τὸν θεῖον.

Θαυμάτων θεία χάρις, Εὐθύμιε ἐδόθη, ἐν σοὶ πλουσιοτάτως.

Ὑπὲρ ἡμῶν δυσώπει, τελούντων σου τὴν μνήμην, Εὐθύμιε τὸν Κτίστην.

Μέγας ἀνεφάνης, ἐν θαύμασι καὶ λόγοις, φωστὴρ τῆς Ἐκκλησίας.

Ἱκέτευε θεόφρων, Εὐθύμιε τὸν Πλάστην, ὑπὲρ ἡμῶν ἀπαύστως.

Δόξα. Τριαδικόν.

Πατὴρ Υἱὲ καὶ Πνεῦμα, εὐχαῖς τοῦ Εὐθυμίου, ῥῦσαι ἡμᾶς γεένης.

Καὶ νῦν. Θεοτοκίον.

Μετὰ τοῦ σοῦ Ὁσίου, ὑπὲρ ἡμῶν δυσώπει, τὸν σὸν Υἱὸν Παρθένε.
 

http://voutsinasilias.blogspot.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου