Ποίημα
Γερασίμου
Μοναχοῦ
Μικραγιαννανίτου
Κοντάκιον. ῏Ηχος πλ. δ΄. Τῇ ῾Υπερμάχῳ.
῾Ως τῶν θαυμάτων ποταμὸν ἐξ ᾿Εδὲμ βλύζοντα
καὶ τῶν πασχόντων ἀρωγὸν καὶ ἀντιλήπτορα,
ἀνυμνοῦμέν σε οἱ δοῦλοί σου, ῾Ιεράρχα.
᾿Αλλ᾿ ὡς σπλάγχνα οἰκτιρμῶν δεικνύων ἅπασιν
ἐν ἀνάγκαις καὶ ἐν θλίψεσι προΐστασο
τῶν βοώντων σοι· Χαίροις πάτερ Νικόλαε.
Ἄγγελος ἐν τοῖς Μύροις ἀληθῶς ἀνεδείχθης, Νικόλαε, Χριστοῦ ῾Ιεράρχα (γ΄), καὶ σὺν τῇ ἀγγελικῇ ζωῇ τὰς κατ᾿ ἀξίαν δωρεὰς ἐξέφηνας, εὐφραίνων καὶ πιστούμενος τοὺς ἐκβοῶντάς σοι τοιαῦτα:
Χαῖρε δι᾿ οὗ εὐσεβεῖς πιστοῦνται· χαῖρε δι᾿ οὗ δυσσεβεῖς θαμβοῦνται.
Χαῖρε τῆς Τριάδος
φωστὴρ
παμφαέστατος· χαῖρε τῆς δυάδος τῆς ὕλης ὑπέρτερος.
Χαῖρε ὕψος τὸ περίοπτον οὐρανίων ἀρετῶν· χαῖρε βάθος τὸ ἀκέ νω τον πλουτοδότων οἰκτιρμῶν.
Χαῖρε, ὅτι ὑπάρχεις τῶν θαυμάτων
ταμεῖον· χαῖρε, ὅτι τυγχάνεις
τῶν χαρίτων
δοχεῖον.
Χαῖρε ἀστὴρ τῆς κτίσεως ἄδυτε· χαῖρε πατὴρ ἡμῶν καὶ διδάσκ αλε.
Χαῖρε δι᾿ οὗ νεουργοῦνται καρδίαι·
χαῖρε δι᾿ οὗ καθαιροῦνται κα κίαι·
Χαίροις πάτερ Νικόλαε.
Βρέφος ὢν προεκφαίνεις τῇ σεμνῇ σου διαίτῃ τὴν μέλλουσαν τοῦ βίου αἴγλην· τῷ μητρῴῳ γάρ, πάτερ, μαζῷ ἐν ἡμέραις
νηστίμοις, νοῒ σώ φρονι, οὐ προσήρχου, καίπερ νήπιον, οἱονεὶ τῷ Σωτῆρι ᾄδων:
᾿Αλληλούια.
Γόνιμον τὴν καρδίαν τῇ ἠθῶν εὐκοσμίᾳ τελῶν πρὸς μυστικὴν εὐκαρ πίαν, ἐμπρέπεις ἐν μοναστῶν χορῷ, εἰς ἀρετῶν δὲ ἀνήχθης ἀκρώρειαν, δι᾿ ὧν ῥυθμίζεις ἅπαντας τοὺς μετὰ πόθου σοι βοῶντας:
Χαῖρε ἠθῶν ἀρίστων ἑστία· χαῖρε σεμνῶν ὠδίνων φυτεία.
Χαῖρε τῶν ἀγγέλων λαμπρὸν ἀφομοίωμα· χαῖρε τῶν δικαίων τῶν πάλαι ἐκτύπωμα.
Χαῖρε ἄρουρα ἐκφέρουσα τοὺς τοῦ Πνεύματος καρπούς· χαῖρε ἄμ πελε
περκάζουσα βότρυας τοὺς γλυκερούς.
Χαῖρε, ὅτι ἐκ βρέφους ἐξελέξω τὸ κρεῖττον· χαῖρε, ὅτι πρὸς θεῖον ἀνε πτέρωσαι φίλτρον.
Χαῖρε κλεινὸν τῆς χάριτος σκήνωμα· χαῖρε στερρὸν τῆς πίστεως στή ριγμα.
Χαῖρε παθῶν ἀληθὴς ιζοτόμος·
χαῖρε σεπτῶν ἀρετῶν φυτοκόμος·
Χαίροις πάτερ Νικόλαε.
Δρόμῳ, πάτερ, ἁγίῳ κεχρημένος ὁσίως, ὡς ἔρωτι
πτερούμενος θείῳ, κατῆρας τῇ ἁγίᾳ Σιών, καὶ εἰς τόπον οὗ οἱ πόδες ἔστησαν Κυρίου προσε κύ νησας, ᾧ καὶ θεαστικῶς ἐβόας:
᾿Αλληλούια.
Ἔργων
δικαιοσύνης διαλάμπων ἐν ὕψει, τοῦ Πνεύματος τῷ μύρῳ ἐχρί σθης, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων
τὸν ὑπερύμνητον ᾔνεσας Κύριον,
ἐν λόγοις τε
καὶ πράξεσι,
πυρσεύων τούς σοι ἐκβοῶντας:
Χαῖρε ὁ θύτης τῶν ἀπορρήτων· χαῖρε ὁ ῥύστης τῶν περιλύπων.
Χαῖρε τῶν ἱερέων κανὼν ἀκριβέστατος· χαῖρε πενομένων
δοτὴρ προ
μηθέστατος.
Χαῖρε ξένη ἐπικούρησις
νεανίδων τῶν πτωχῶν· χαῖρε σκέπη καὶ ἀμ φίεσις τῶν γυμνῶν καὶ ὀρφανῶν.
Χαῖρε τῆς συμπαθείας
γαληνότατον ὄμμα· χαῖρε τῆς εὐσπλαγχνίας ἱλαρώτατον
στόμα.
Χαῖρε στοργῆς τελείας
θησαύρισμα· χαῖρε χοροῦ ὁσίων ὡράισμα.
Χαῖρε πηγὴ ψυχοτρόφων
ναμάτων· χαῖρε πρηστὴρ ἀνηκέστων πημά
των·
Χαίροις πάτερ Νικόλαε.
Ζήλῳ ζηλῶν τελείῳ τῇ στοργῇ τοῦ πλησίον τῶν θείων ἀποστόλων τὸν ζῆλον, τὴν αὐτῶν αὐθεντίαν σαφῶς κατεκληρώσω, Νικόλαε, μέγιστε· ἐγένου γὰρ ἐν ἅπασι σωτήρ,
πατὴρ καὶ τύπος, ψάλλων:
᾿Αλληλούια.
Ἤνοιξάς σου τὴν χεῖρα ἐπιστὰς κατὰ νύκτα τῷ τέως ἐμπεσόντι ἐν δείᾳ· καὶ τὰς τούτου θυγατέρας τρεῖς, τῇ χορηγίᾳ σου, πάτερ, διέσωσας· διό σου τὴν χρηστότητα, ἀγάμενοι ἀναβοῶμεν:
Χαῖρε ἀπόρων ἡ εὐπορία· χαῖρε εὐπόρων
παιδαγωγία.
Χαῖρε θλιβομένων ψυχῶν παραμύθιον·
χαῖρε δεομένων τὸ θεῖον προσ
φύγιον.
Χαῖρε πλοῦτος ἀδαπάνητος τῶν ποικίλως ἐνδεῶν· χαῖρε οἶκτος ἀνε ξάν τλητος τῶν πασχόντων
καὶ χηρῶν.
Χαῖρε, ὅτι τὸν ἄνδρα τῆς πενίας ἐρρύσω· χαῖρε, ὅτι τὸν ἄνω θη σαυ ρὸν ἐκομίσω.
Χαῖρε σεμνῶν παρθένων
διάσωσμα· χαῖρε σεπτῶν πατέρων ἀγλά ι σμα.
Χαῖρε καλῶν πλουτοδότα ἐνθέων· χαῖρε πολλῶν εὐεργέτα
βοώντων:
Χαίροις πάτερ Νικόλαε.
Θάλασσαν
κατευνάσας τῇ ἐντεύξει σου, μάκαρ, καὶ ναύτην τὸν θα νόν τα ἐγείρας ἐξέπληξας τοὺς συμπλωτῆρας τοῖς μεγαλείοις σου, πάτερ Νικόλαε· μεγάλως γὰρ δεδόξασαι παρὰ Κυρίου, ᾧ βοῶμεν:
᾿Αλληλούια.
῾Ιεράρχης θεόφρων καὶ ποιμὴν τῶν Μυρέων ἐδείχθης ὡς τοῦ Πνεύ μα τος σκεῦος· ἐντεῦθεν ὡς Χριστοῦ μιμητὴς ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τὸ σὸν ποιμαίνεις ποίμνιον βοῶν σοι, τῷ καλῷ ποιμένι:
Χαῖρε ὁ ἔνθους ἀρχιεράρχης·
Χαῖρε Μυρέων ὁ ποιμενάρχης.
Χαῖρε οἰκουμένης
λαμπτὴρ
φαεινότατος· χαῖρε ἀντιλήπτωρ ἁπάντων
θερμότατος.
Χαῖρε ἄνερ τῶν τοῦ Πνεύματος
θείων ἐπιθυμιῶν· χαῖρε γλῶττα ἡ μελίρρυτος
πρακτικῶν ὑποθηκῶν.
Χαῖρε μυσταγωγίας ὑποφῆτα τῆς ἄνω· χαῖρε ἱερουργίας μυστοδότα τῆς κάτω.
Χαῖρε Χριστοῦ εὐῶδες κειμήλιον· χαῖρε παθῶν παντοίων λυτήριον.
Χαῖρε μορφὴ ἱλαρότητος πλήρης· χαῖρε Θεοῦ ἀγαθότητος μύστης·
Χαίροις πάτερ Νικόλαε.
Κήρυξ ὢν εὐσεβείας, ὑπὲρ ταύτης
ποικίλλας ὑπέστης γεγηθὼς κα κουχίας· δογμάτων γὰρ τῶν τυραννικῶν κατατολμᾷν παρηγγύας,
Νικόλαε, τοὺς αἱρουμένους, ὅσιε, σὺν σοὶ κραυγάζειν τῷ Σωτῆρι:
᾿Αλληλούια.
Λάμψας ἐν τῇ συνόδῳ, ἱεράρχα
θεόφρων, τῇ πρώτῃ ὡς ἀστὴρ σελασ
φόρος, καθεῖλες ῎Αρειον τὸν δεινόν, καὶ τὸν Υἱὸν σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύ ματι
κηρύξας ὁμοούσιον, ἀκούεις παρὰ πάντων ταῦτα:
Χαῖρε τὸ νῖκος τῆς εὐσεβείας· χαῖρε τὸ σέλας τῆς ἐκκλησίας.
Χαῖρε τῶν ἐνθέων δογμάτων συνήγορε· χαῖρε τῶν ὀθνείων σπερ μά των κατήγορε.
Χαῖρε ἥλιε πολύφωτε,
καταλάμπων πᾶσαν γῆν· χαῖρε πρόβολε ἀτί νακτε, ἐχθροῦ τρέπων τὴν ὁρμήν.
Χαῖρε τῆς τρισηλίου
μυητὰ μοναρχίας·
χαῖρε τῆς ὑπερθέου μαθητὰ θεαρχίας.
Χαῖρε κρουνὲ πλουσίας
χρηστότητος· χαῖρε σπορεῦ ῥημάτων ὀρθό τη τος.
Χαῖρε στερρὸς καθαιρέτης ᾿Αρείου· χαῖρε λαμπρὸς μυστολέκτης Κυ ρίου·
Χαίροις πάτερ Νικόλαε.
Μέγας ἐν προστασίαις καὶ δυνάμεσι
πλείσταις ὑπάρχων φιλ’
οικτίρμονι γνώμῃ, τοὺς ἐν θαλάσσῃ καὶ ἐν ξηρᾷ ἐν κινδύνοις περιπίπτοντας, ὅσιε, προφθάνεις συμπαθέστατα καὶ βοηθεῖς αὐτοῖς βοῶσιν:
᾿Αλληλούια.
Νέους τρεῖς ἐπ᾿ ἀδίκῳ, παναοίδιμε, ψήφῳ εἰς θάνατον ἀχθέντας ἐρ ρύ σω· ἐν ὑστάτῃ γὰρ αὐτοῖς ῥοπῇ ἐπιστὰς ἐλευθερίαν ἐβράβευσας, οἷα ποιμὴν φιλάγαθος, βοῶντάς σοι ἐν εὐφροσύνῃ:
Χαῖρε προστασία ἀδικουμένων·
χαῖρε παιδεία
γεγαυρωμένων.
Χαῖρε τῶν ἀδίκως κριθέντων ἀνάσωσις· χαῖρε τῶν ἐν λύπαις τε λούν των ἀνάψυξις.
Χαῖρε μέγας ἐν χρηστότητι
καὶ ἐν θαύμασι πολύς· χαῖρε μείζων εἰς ἀντίληψιν καὶ εἰς ἀρωγὴν ταχύς.
Χαῖρε τῶν ἀποστόλων ἀκραιφνὲς ἐκμαγεῖον· χαῖρε τῶν θεοφρόνων ἀληθὲς πρυτανεῖον.
Χαῖρε λαμπρὰ πενήτων
προμήθεια· χαῖρε θερμὴ καμνόντων βοή θεια.
Χαῖρε κριτῶν ῥυθμιστὰ ἀδικίας· χαῖρε ἡμῶν ποριστὰ αὐταρκείας·
Χαίροις πάτερ Νικόλαε.
Ξόανα τῆς ἀπάτης καὶ τεμένη τῆς πλάνης καθεῖλες τῇ ἐν σοὶ ἐπι λάμ ψει· στηλογραφίαν δὲ ἐμφανῆ παντὸς καλοῦ καὶ ἀγαθοῦ παρέστησας
σαυτόν, πάτερ Νικόλαε, τοῖς εὐσεβῶς Θεῷ βοῶσιν:
᾿Αλληλούια.
Ὄναρ τῷ Κωνσταντίνῳ ἅμα καὶ ᾿Αβλαβίῳ ἐπέστης καὶ ἣν ἔθεντο ψῆφον, ἀνεῖναι ἐπιτάσσων αὐτοῖς καὶ τοὺς δεσμίους ἀπολῦσαι τάχιστα, ὥσ περ ἀθῴους πέλοντας· διό σοι ἀνεβόων ταῦτα:
Χαῖρε πλημμύρα τῶν θαυμασίων·
χαῖρε κινύρα τῶν οὐρανίων.
Χαῖρε τῶν ἀθῴων ἀνδρῶν ἡ ἐκλύτρωσις· χαῖρε τῶν πενθούντων ἐν βίῳ ἀντίληψις.
Χαῖρε θείας ἀγαθότητος
ποταμὸς ὑπερχειλής· χαῖρε ἔργων τῶν τῆς χάριτος κῆπος ὁ ἀμφιλαφής.
Χαῖρε ὅτι προφθάνεις
τοὺς θερμῶς σε καλοῦντας· χαῖρε ὅτι κου φί
ζεις τοὺς ἐν πόνοις τελοῦντας.
Χαῖρε πολλῶν κινδύνων ῥυόμενος· χαῖρε ἀεὶ ἐν θλίψει φαινόμενος.
Χαῖρε λαμπρῶν δωρεῶν συστοιχία· χαῖρε ἡμῶν πρὸς Χριστὸν με σι τεία·
Χαίροις πάτερ Νικόλαε.
Πόλιν τὴν τῶν Μυρέων
θαυμαστῶς διατρέφων,
καιρῷ τῆς σιτοδείας, θεό φρων, τὴν οἰκουμένην διὰ παντὸς τοῖς ἐξαισίοις σου ἐκπλήττεις θαύ μα σι· κατ᾿ ὄναρ καὶ καθ᾿ ὕπαρ γὰρ θερμῶς ἀρήγεις τοῖς βοῶσιν:
᾿Αλληλούια.
῾Ρήσεων κατωδύνων τῶν δεινῶς προσπεσόντων ἐν κλύδωνι
θαλάσσης μεγίστῳ ἀκούσας ἐπεφάνης αὐτοῖς, καὶ τὴν ναῦν ὡς ἀσφαλῶς ἐκυβέρ νη σας· ἐντεῦθεν οἱ σωθέντες σε ἀνύμνησαν ἀναβοῶντες:
Χαῖρε σεπτῶν ποιμένων ἀκρότης· χαῖρε κλεινῶν πατέρων φαιδρότης.
Χαῖρε κυβερνῆτα πλωτήρων
σωτήριε· χαῖρε καταλύτα
δαιμόνων ἀήτ τητε.
Χαῖρε ὁ τοῖς κινδυνεύουσιν ὀξυδρόμως βοηθῶν· χαῖρε ὁ τοὺς προσι όν
τας σοι πολλαχῶς εὐεργετῶν.
Χαῖρε ναματοφόρος πνευματέμφορος πέτρα· χαῖρε ὁ διεκβλύζων τὸ θεόβρυτον νέκταρ.
Χαῖρε λιμὴν πλεόντων ἀχείμαστος· χαῖρε ἐν γῇ ἁπάσῃ περίπυστος.
Χαῖρε ζωῆς τῆς μελλούσης ἀξία· χαῖρε πιστῶν ἀσφαλὴς προστασία·
Χαίροις πάτερ Νικόλαε.
Σκευασίαν
δολίαν τοῦ κακίστου
Βελίαρ πρὸς βλάβην τοῦ τεμένους σου, μάκαρ, νύκτωρ ἐπιφανεὶς τῇ νηί, ἀποσκευάσαι τῇ θαλάσσῃ εἴρηκας· οἱ δὲ καθυπακούσαντες ἐν ἐκπλήξει Χριστῷ ἐβόων:
᾿Αλληλούια.
Τὸν βυζάντιον ἄνδρα, τὸν θερμῶς σε φιλοῦντα, ἐν βάθει τῆς θαλάσ σης πεσόντα, ἀφήρπασας ἐκ τῆς πνιγμονῆς, καὶ θαυμαστῶς τοῖς οἰκείοις ἀνέσωσας· οἱ δὲ τὸ μεγαλεῖόν σου θαυμάζοντες λαμπρῶς ἐβόων:
Χαῖρε φρικτῶν αὐτουργὲ θαυμάτων· χαῖρε καινῶν ἐνεργὲ πραγ μά των.
Χαῖρε τῆς θαλάσσης
πραΰνων τὸν κλύδωνα· χαῖρε τῆς ἀπάτης ξη ραίνων τὰ κύματα.
Χαῖρε αὔρα ἡ γαλήνιος, εὐσεβῶν ἀναψυχή· χαῖρε ὅρμος ὁ ἀκύ μαν τος, τῶν πιστῶν καταφυγή.
Χαῖρε ὁ πᾶσαν κτίσιν θαυμαστῶς διατρέχων·
χαῖρε ὁ πᾶσαν λύσιν τοῖς αἰτοῦσι παρέχων.
Χαῖρε ψυχῶν τὰ βάρη ἰώμενος· χαῖρε νυκτὶ καὶ ὕπαρ ὁρώμενος.
Χαῖρε λαμπρὸς ἐκκλησίας δᾳδοῦχος· χαῖρε πιστῶν εὐκλεὴς πο λι οῦχος·
Χαίροις πάτερ Νικόλαε.
῞Υμνοις σε χαρμοσύνοις ἀνυμνεῖ πᾶσα κτίσις, τρυφῶσα τῶν πολλῶν σου
θαυμάτων· τίς γάρ σοι ἐν θλίψει
προσελθών, καὶ οὐκ ἔτυχε τῆς σῆς ἀντιλήψεως; Τοῖς πᾶσι γὰρ ταχύτατος εὑρίσκῃ ἀρωγὸς βοῶσιν:
᾿Αλληλούια.
Φέγγος τῶν ἰαμάτων καὶ ὀσμὴν χαρισμάτων, ὡς θήκη νοητῶν ἀρω μάτων ἀρωματίζουσα δαψιλῶς, ἡ τῶν λειψάνων
σου σορός, Νικόλαε, πρὸς Δύσιν
μετενήνεκται, ἁγιάζουσα τοὺς βοῶντας:
Χαῖρε πηγὴ οὐρανίου μύρου· χαῖρε ὀσμὴ ἀκηράτου βίου.
Χαῖρε Παρακλήτου τὸ εὔπνουν ἀλάβαστρον· χαῖρε παραδείσου εὐῶ δες
κιννάμωμον.
Χαῖρε ἔαρ τὸ πολύανθον μυροφόρων ἀγαθῶν· χαῖρε σκεῦος τὸ μυ ρόχριστον μυριπνόων δωρεῶν.
Χαῖρε μυροβλυσία νοητῶν ἀρωμάτων· χαῖρε
λαμπαδουχία θεϊκῶν χαρισμάτων.
Χαῖρε ὀσμῆς Χριστοῦ ἡ διάδοσις· χαῖρε ἐχθροῦ δυσώδους
κατάλυσις.
Χαῖρε λειμὼν ἀθανάτων ἀνθέων· χαῖρε κλυτὸς ἀληθῶς μυροχεύμων·
Χαίροις πάτερ Νικόλαε.
Χάριν ὁμολογοῦμεν τῇ θερμῇ σου πρεσβείᾳ, δι᾿ ἧς τῆς τῶν ἐχθρῶν ἐπηρείας καὶ πάσης βλάβης καὶ συμφορᾶς, ἐκλυτρούμεθα εὐσπλάγχνως, Νι κόλαε· ἀλλὰ μὴ παύσῃ, ὅσιε, φρουρεῖν ἀπαύστως τοὺς βοῶντας:
᾿Αλληλούια.
Ψάλλοντές σου
τοὺς ὕμνους ἀνυμνοῦμέν σε πάντες, ὡς μέγαν εὐσε βῶν προμηθέα· σὲ γὰρ τὸ Πνεῦμα τὸ ἀγαθὸν ἀρωγὸν καὶ ἐπίκουρον ἀνέ δειξεν ἐν ἐκκλησίᾳ, ὅσιε, τοῖς εὐλαβῶς σοι ἐκβοῶσι:
Χαῖρε τὸ κλέος ἀρχιερέων· χαῖρε ὁ κόσμος ἀρχιποιμένων.
Χαῖρε ἀποστόλων
Χριστοῦ ἰσοστάσιος· χαῖρε μυστηρίων
τῶν θείων
διάκονος.
Χαῖρε στῦλος καὶ ἑδραίωμα ἐκκλησίας τοῦ Θεοῦ· χαῖρε τεῖχος καὶ ὀχύρωμα τοῦ θεόφρονος
λαοῦ.
Χαῖρε ναυτιλλομένων θεῖος οἰακοστρόφος· χαῖρε
θαλαττευόντων μέγας πηδαλιοῦχος.
Χαῖρε, δι᾿ οὗ κινδύνων ἐκρύομαι· χαῖρε, δι᾿ οὗ Κυρίῳ προσάγομαι.
Χαῖρε φρουρὸς τῆς παρούσης σου κέλλης· χαῖρε κᾀμοῦ ἀρωγὸς ἀεί, χαίροις·
Χαίροις πάτερ Νικόλαε.
Ὦ πανεύφημε πάτερ, ὀρθοδόξων προστάτα,
Νικόλαε, Χριστοῦ ἱε ράρχα (γ΄), μὴ παύσῃ ἀπαύστως βοηθεῖν, καὶ διέπειν εὐθέτως πρὸς τὰ κρείτ τονα
τοὺς πόθῳ προσιόντας σοι, καὶ τῷ Χριστῷ ἀεὶ βοῶντας:
᾿Αλληλούια.
Καὶ αὖθις τὸ Κοντάκιον. ῏Ηχος πλ. δ΄.
Τῇ ῾Υπερμάχῳ.
῾Ως τῶν θαυμάτων ποταμὸν ἐξ ᾿Εδὲμ βλύζοντα
καὶ τῶν πασχόντων ἀρωγὸν καὶ ἀντιλήπτορα,
ἀνυμνοῦμέν σε οἱ δοῦλοί σου, ῾Ιεράρχα.
᾿Αλλ᾿ ὡς σπλάγχνα οἰκτιρμῶν δεικνύων ἅπασιν
ἐν ἀνάγκαις καὶ ἐν θλίψεσι προΐστασο
τῶν βοώντων σοι· Χαίροις πάτερ Νικόλαε.
Δίστιχον
Νίκην κατ᾿ ἐχθρῶν Νικόλαε
παράσχου
Γερασίμῳ πλέξαντι
τούς δε σοι τοὺς οἴκους.
|
Σάββατο 28 Απριλίου 2012
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
0 σχόλια:
Δημοσίευση σχολίου