Σάββατο 21 Απριλίου 2012


ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ  ΤΟΝ
ΑΓΙΟ ΓΕΩΡΓΙΟ

ΤΟΝ ΤΡΟΠΑΙΟΦΟΡΟ

Ὁ Ἱ­ε­ρεύς·

Εὐ­λο­γη­τὸς ὁ Θε­ὸς ἡ­μῶν, πάν­το­τε, νῦν, καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ Ἀ­να­γνώ­στης· Ἀ­μήν.

Ψαλ­μὸς ΡΜΒ΄ (142)

Κύ­ρι­ε, εἰ­σά­κου­σoν τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὴν δέ­η­σίν μου ἐν τῇ ἀ­λη­θεί­ᾳ σου, εἰ­σά­κου­σόν μου ἐν τῇ δι­και­ο­σύ­νῃ σου. Καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου, ὅ­τι οὐ δι­και­ω­θή­σε­ται ἐ­νώ­πιόν σου πᾶς ζῶν.  Ὅ­τι κα­τε­δί­ω­ξεν ὁ ἐ­χθρὸς τὴν ψυ­χήν μου· ἐ­τα­πεί­νω­σεν εἰς γῆν τὴν ζω­ήν μου. Ἐ­κά­θι­σέ με ἐν σκο­τει­νοῖς ὡς νε­κροὺς αἰ­ῶ­νος, καὶ ἠ­κη­δί­α­σεν ἐπ΄ ἐ­μὲ τὸ πνεῦ­μά μου, ἐν ἐ­μοὶ ἐ­τα­ρά­χθη ἡ καρ­δί­α μου.  Ἐ­μνή­σθην ἡ­με­ρῶν ἀρ­χαί­ων, ἐ­με­λέ­τη­σα ἐν πᾶ­σι τοῖς ἔρ­γοις σου, ἐν ποι­ή­μα­σι τῶν χει­ρῶν σου ἐ­με­λέ­των.  Δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου· ἡ ψυ­χή μου ὡς γῆ ἄ­νυ­δρός σοι. Τα­χὺ εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐ­ξέ­λι­πε τὸ πνεῦ­μά μου. Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀπ΄ ἐ­μοῦ, καὶ ὁ­μοι­ω­θή­σο­μαι τοῖς κα­τα­βαί­νου­σιν εἰς λάκ­κον. Ἀ­κου­στὸν ποί­η­σόν μοι τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου, ὅ­τι ἐ­πί σοὶ ἤλ­πι­σα. Γνώ­ρι­σόν μοι, Κύ­ρι­ε, ὁ­δὸν ἐν ᾗ πο­ρεύ­σο­μαι, ὅ­τι πρὸς σὲ ἦ­ρα τὴν ψυ­χήν μου. Ἐ­ξε­λοῦ με ἐκ τῶν ἐ­χθρῶν μου· Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου. Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ· ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, ζή­σεις με. Ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἐ­ξά­ξεις ἐκ θλί­ψε­ως τὴν ψυ­χήν μου, καὶ ἐν τῷ ἐ­λέ­ει σου ἐ­ξο­λο­θρεύ­σεις τοὺς ἐ­χθρούς μου. Καὶ ἀ­πο­λεῖς πάν­τας τοὺς θλί­βον­τας τὴν ψυ­χήν μου, ὅ­τι ἐ­γὼ δοῦ­λός σου εἰ­μί.

Καὶ εὐ­θὺς τὸ Θε­ὸς Κύ­ριος, με­τὰ τῶν στί­χων αὐ­τοῦ ἐξ ἑ­κα­τέ­ρων τῶν χο­ρῶν.
Θε­ὸς Κύ­ριος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν, εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.
Στίχ. α΄. Ἐ­ξο­μο­λο­γεῖ­σθε τῷ Κυ­ρί­ῳ, καὶ ἐ­πι­κα­λεῖ­σθε τὸ ὄ­νο­μα τὸ ἅ­γιον αὐ­τοῦ.
Θε­ὸς Κύ­ριος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν, εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.
Στίχ. β΄. Πάν­τα τὰ ἔ­θνη ἐ­κύ­κλω­σάν με, καὶ τῷ ὀ­νό­μα­τι Κυ­ρί­ου ἠ­μυ­νά­μην αὐ­τούς.
Θε­ὸς Κύ­ριος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν, εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.
Στίχ. γ΄. Πα­ρὰ Κυ­ρί­ου ἐ­γέ­νε­το αὕ­τη, καί ἐ­στι θαυ­μα­στὴ ἐν ὀ­φθαλ­μοῖς ἡ­μῶν.
Θε­ὸς Κύ­ριος, καὶ ἐ­πέ­φα­νεν ἡ­μῖν, εὐ­λο­γη­μέ­νος ὁ ἐρ­χό­με­νος ἐν ὀ­νό­μα­τι Κυ­ρί­ου.

Εἶ­τα τὰ πα­ρόν­τα τρο­πά­ρια.   Ἦ­χος δ΄. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυ­ρῷ.
Τὸν γενναιότατον Χριστοῦ στρατιώτην, καὶ Ἀθλητὴν παναληθῆ τοῦ Σωτῆρος, καὶ Ἰατρὸν πανάριστον τῶν νόσων ἐν ὠδαῖς, ἅπαντες τιμήσωμεν πρὸς αὐτὸν ἐκβοῶντες. Λύτρωσαι πρεσβείαις σου τῆς παρούσης ἀνάγκης, τῆς ἀφορήτου ἵνα σὲ  ᾀεί, ὡς εὐεργέτην ὑμνῶμεν Γεώργιε.
Δόξα Πατρί... Καί νῦν...   Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ψαλμὸς Ν΄ (50)
Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου. Ἐ­πὶ πλεῖ­ον πλῦ­νον με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου, καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με. Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πιόν μου ἐ­στὶ διὰ παν­τός. Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πιόν σου ἐ­ποί­η­σα· ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε.  Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου. Ἰ­δοὺ γὰρ ἀ­λή­θειαν ἠ­γά­πη­σας· τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φια τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι. Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι. Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να. Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον. Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοὶ ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου. Μὴ ἀ­πορ­ρί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ πνεῦ­μά σου τὸ ἅ­γιον μὴ ἀν­τα­νέ­λῃς ἀπ΄ ἐ­μοῦ. Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με. Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι. Ῥῦ­σαι με ἐξ αἱ­μά­των ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου. Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου. Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις. Θυ­σί­α τῷ Θε­ῷ, πνεῦ­μα συν­τε­τριμ­μέ­νον, καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει. Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ὼν καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ. Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰ καὶ ὁ­λο­καυ­τώ­μα­τα. Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ριόν σου μό­σχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος.
      Ἦχος πλ. δ΄. Ὠδὴ α΄. Ὁ Εἱρμός.
«Ὑ­γρὰν δι­ο­δεύ­σας ὡ­σεὶ ξη­ράν, καὶ τὴν Αἰ­γυ­πτί­αν μο­χθη­ρί­αν δι­α­φυ­γών, ὁ Ἰσ­ρα­η­λί­της ἀ­νε­βό­α· Τῷ Λυ­τρω­τῇ καὶ Θε­ῷ ἡ­μῶν ᾄ­σω­μεν».
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Γεώργιε Μάκαρ ἀγωνισθεῖς, τὸν θεῖον ἀγώνα, ἠξιώθης ἐπιτυχεῖν, τῆς ἐπουρανίου εὐφροσύνης, ὑπὲρ σῶν δούλων πρεσβεύων πρὸς Κύριον.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐνίκησας δόγμα τυραννικόν, ἐνθέοις ἀγῶσιν, ἀλλὰ δέομαι, Ἀθλητά, ταῖς σαῖς μεσιτείαις οἴκτειρόν με, ὑπὸ τῶν νόσων νικώμενον πάντοτε.
Δόξα Πατρί...
Ναὸς χρηματίσας τοῦ παντουργοῦ, τοὺς τῇ σῇ εἰκόνι, προσπελάζοντας εὐλαβῶς, Γεώργιε Μάκαρ ταῖς εὐχαῖς σου, κατοικητήρια δεῖξον τοῦ Πνεύματος.
Καί νῦν...   Θεοτοκίον.
Σὺ εἶ, Παρθένε ἄσπιλε τῆς ἐμῆς, ψυχῆς ταλαιπώρου, ἡ ἰσχὺς τε καὶ ἡ ἐλπίς. Τῆς δ` ἐσκοτισμένης μου καρδίας, σὺ εἶ τὸ φῶς τὸ ἀνέσπερον, Πάναγνε.
Ὠ­δὴ γ΄. Ὁ Εἱρ­μός.
«Οὐ­ρα­νί­ας ἁ­ψῖ­δος, ὀ­ρο­φουρ­γὲ Κύ­ρι­ε, καὶ τῆς Ἐκ­κλη­σί­ας δο­μῆ­τορ, σύ με στε­ρέ­ω­σον, ἐν τῇ ἀ­γά­πῃ τῇ σῇ, τῶν ἐ­φε­τῶν ἡ ἀ­κρό­της, τῶν πι­στῶν τὸ στή­ριγ­μα, μό­νε φι­λάν­θρω­πε».
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐν οἴ­κῳ κα­θεύ­δον­τας, καί ὁ­δῷ βα­δί­ζον­τας, σύ με­γα­λο­μάρ­τυς Κυ­ρί­ου, νῦν πε­ρι­φρού­ρη­σον, κα­θο­δη­γῶν νῦν ἡ­μᾶς, εἰς νο­μάς θε­ο­στη­ρί­κτους,  τούς ἀ­εί προ­σφεύ­γον­τας τῇ θεί­ᾳ σκέ­πῃ σου.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῶν Μαρτύρων σύσκηνε, Ἀγγέλων συνόμιλε, καί τῶν θλιβομένων ἁπάντων, λιμὴν γαλήνιος, χαρᾶς ἀξίωσον νῦν, τούς ἀνυμνοῦντας σε πόθῳ, ἀθλοφόρε ἅγιε καί ἀξιάγαστε.
Δόξα Πατρί...
Νοσημάτων παντοίων, καί ψυχικῶν θλίψεων, ἀπάλλαξον μάρτυς Κυρίου, τούς σέ γεραίροντας, καί νῦν προσφεύγοντας ἐν ἀκλινεῖ διανοίᾳ, ταῖς θερμαῖς πρευβεῖαις σου μάρτυς Γεώργιε.
Καί νῦν...   Θεοτοκίον.
Ὑπέρ ἡμῶν ἐκδυσώπει τὸν εὐμενῆ Κύριον, πάσης ἐκλυτροῦσθαι ἀνάγκης, καὶ περιστάσεως, Παρθένε μήτηρ Χριστοῦ καί Κυρία ἡμῶν πάντων, ἀσινεῖς διάσωζε, τοὺς σὲ γεραίροντας.
Διάσωσον, σαῖς πρεσβείαις, Κυρίου μεγαλομάρτυς, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ σὲ τιμῶντας Γεώργιε ἀθλοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
 
Εἶ­τα μνη­μο­νεύ­ει ὁ ἱ­ε­ρεύς, δι΄ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ΄ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε ἐ­λέ­η­σον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (...) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλῃ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ χορός· Ἀμήν.   Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτην θερμόν, καὶ μέγαν ἀντιλήπτορα, ἱκέτης ὁ σός, γινώσκει σὲ Γεώργιε, τοῦτον οὖν ἐπίσκεψαι τάχιον, καὶ ἐκ τῆς κλίνης ἔγειραι αὐτόν, καὶ τῆς ὀδύνης καὶ νόσου ἀπάλλαξον.
Ὠδὴ δ΄. Ὁ Εἰρμός.
«Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον· κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεόητα».

Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀσθενείας ὁ δείλαιος, καὶ κινδύνοις πλείστοις ἀεὶ συνέχομαι, ὧ Γεώργιε, βοήθει μοι, τῷ κατεγνωσμένῳ ἱκετεύω σέ.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δεσμευθείς διὰ Κύριον, πᾶσαν τοῦ Βελίαρ κακίαν ἔλυσας, ἐξ ἧς ἅπαντας περίσωζε, τοὺς πιστῶς ὑμνοῦντάς σε Γεώργιε.
Δόξα Πατρί...
Νοσημάτων καὶ θλίψεων, καὶ παντοίας βλάβης ἡμᾶς ἀπάλλαξον, ὧ Γεώργιε Πανεύφημε, ταῖς πρὸς τὸν Σωτῆρα ἱκεσίαις σου.
Καί νῦν...   Θεοτοκίον.
Ρῶσιν δὸς μοι, Πανάχραντε, καὶ ἐκ χαλεπῶν κινδύνων διάσωσον, καὶ παθῶν κοπρίας ἔγειρον, σὸν ἀχρεῖον δοῦλον, ταῖς πρεσβείαις σου.

Ὠ­δὴ ε΄. Ὁ Εἰρ­μός.
«Φώ­τι­σον ἡ­μᾶς, τοῖς προ­στάγ­μα­σί σου, Κύ­ρι­ε, καὶ τῷ βρα­χί­ο­νι σου τῷ ὑ­ψη­λῷ, τὴν σὴν εἰ­ρή­νην, πα­ρά­σχου ἡ­μῖν, φι­λάν­θρω­πε».
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Φῶς τὸ νοητόν, τῇ καρδίᾳ σου δεξάμενος, τὴν τῆς ψυχῆς ἡμῶν ζοφότητα, φωτὶ τῷ θείῳ, Γεώργιε, καταλάμπρυνον.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὺ μαρμαρυγαῖς, ταῖς τῆς χάριτος, Γεώργιε, καταυγαζόμενος φώτισον, ψυχᾶς σῶν δούλων, σκοτισθείσας παραπτώμασι.
Δόξα Πατρί...
Πάθη χαλεπά, τῆς ψυχῆς ἡμῶν, Γεώργιε, ταῖς πρὸς τὸν πλάστην σου δεήσεσι, παρακαλοῦμεν ἰάτρευσον καὶ ἐξάλειψον.
Καί νῦν...   Θεοτοκίον.
Ἄχραντε ἡμᾶς, ἀπογνώσεως ἐξάγαγε βυθοῦ, καὶ πρὸς ὅρμον τῆς ἀληθοῦς, τοὺς σοὺς ἱκέτας, μετανοίας καθοδήγησον.

Ὠ­δὴ ς΄. Ὁ Εἰρ­μός.
«Τὴν δέ­η­σιν, ἐκ­χε­ῶ πρὸς Κύ­ριον, καὶ αὐ­τῷ ἀ­παγ­γε­λῶ μου τὰς θλί­ψεις, ὅ­τι κα­κῶν ἡ ψυ­χή μου ἐ­πλή­σθη, καὶ ἡ ζω­ή μου τῷ ᾅ­δῃ προ­σήγ­γι­σε· καὶ δέ­ο­μαι ὡς Ἰ­ω­νᾶς· Ἐκ φθο­ρᾶς ὁ Θε­ός με ἀ­νά­γα­γε».
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κατεύνασον τῶν παθῶν τάς κινήσεις, καί  ψυχῆς καί νοός καί καρδίας, ὅ­τι κα­κῶν ἡ ζωή μου ἐ­πλή­σθη, μεγαλομάρτυς Κυρίου Γεώργιε, καί δέομαι ὡς χαλεπός, ἐκ παντοίων κινδύνων με λύτρωσε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Γε­ώρ­γι­ε, ἄ­θλους ἀ­νύ­σας με­γά­λους καί ὡς ἄγ­γε­λος ἐ­πί τῆς γῆς σοί ἀ­θλή­σας, καί ἐκ κα­-
κῶν τήν ζω­ήν ἡ­μῶν ὅ­λων, καί ἐκ κιν­δύ­νων καί νό­σων ἀ­πάλ­λα­ξον, δε­ό­με­νοι ἐκ πει­ρα­σμῶν, τήν ζω­ήν πε­ρι­φρού­ρι­σον.


Δό­ξα Πα­τρί.­..
Νῦν ὀ­δύ­νας, ψυ­χῶν καὶ  Σω­μά­των, ἐ­πι­κού­φη­σον Με­γα­λο­μάρ­τυς Κυ­ρί­ου, τῶν πρὸς τὴν σὴν ἀ­φο­ρών­των πρε­σβεί­αν, καὶ τάς καρ­δί­ας ἡ­μῶν χα­ρᾶς πλή­ρω­σον, καὶ ἀ­θυ­μί­ας χα­λε­πῆς, ἐξ ἡ­μῶν τὴν ὁ­μί­χλην δι­ά­λυ­σον.
Καί νῦν.­.. Θε­ο­το­κί­ον.
Κα­ταύ­γα­σον, ἐκ φω­τός οὐ­ρα­νί­ου, τήν ἀ­θλί­αν μου ψυ­χήν Θε­ο­τό­κε, καί ἁ­γί­α­σον νοῦν καί καρ­δί­αν, ἵ­να χα­ρᾶς ἐμ­πλη­σθεῖ ἡ ζω­ή ἡ­μῶν, καί ἴα­σιν δι­α­παν­τός τῇ ζω­ῇ ἡ­μῶν παρ­θέ­νε προ­σφέ­ρου­σα.
Δι­ά­σω­ζε ἐκ πά­σης νό­σου, πα­μά­καρ Γε­ώρ­γι­ε, ταῖς πρὸς Θε­ὸν ἐν­θέρ­μοις πρε­σβεί­αις σου, τοὺς προ­στρέ­χον­τας τῇ σε­πτῇ σου εἰ­κό­νι.
Ἄ­χραν­τε ἡ διὰ λό­γου τὸν Λό­γον ἀ­νερ­μη­νεύ­τως, ἐ­π’­ἐ­σχά­των τῶν ἡ­με­ρῶν τε­κού­σα, δυ­σώ­πη­σον ὡς ἔ­χου­σα μη­τρι­κὴν παρ­ρη­σί­αν.

Εἶ­τα μνη­μο­νεύ­ει ὁ ἱ­ε­ρεύς, δι΄ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ΄ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε ἐ­λέ­η­σον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (...) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (πόλῃ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἐλεήμων γάρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κοντάκιον ἦχος β’. Προστασία τῶν χριστιανῶν.
 Προ­στά­την σὲ θερ­μόν, καὶ τεῖ­χος ἀ­προ­σμά­χη­τον, πλου­τοῦν­τες ἀ­εί, οἱ σοὶ προ­σπε­λά­ζον­τες, γο­ε­ρῶς ἐκ­βο­ῶ­μέν σοι. Παν­σέ­βα­στε Γε­ώρ­γι­ε, πρό­φθα­σον, καὶ ἐκ πα­θῶν ἡ­μᾶς καὶ θλί­ψε­ων ἀ­πάλ­λα­ξον, ταῖς θεί­αις πρὸς τὸν Σω­τή­ρα πρε­σβεί­αις σου.

Εἶ­τα τὸ Α΄ ἀν­τί­φω­νον τῶν Ἀ­να­βαθ­μῶν τοῦ δ΄ ἤ­χου.
Ἐκ νε­ό­τη­τός μου, πολ­λὰ πο­λε­μεῖ με πά­θη· ἀλλ΄ αὐ­τὸς ἀν­τι­λα­βοῦ, καὶ σῶ­σον, Σω­τήρ μου.  (δίς).
Οἱ μι­σοῦν­τες Σι­ών, αἰ­σχύν­θη­τε ἀ­πὸ τοῦ Κυ­ρί­ου· ὡς χόρ­τος γάρ, πυ­ρὶ ἔ­σε­σθε ἀ­πε­ξη­ραμ­μέ­νοι (δίς).
Δό­ξα Πα­τρί.­..
Ἁ­γί­ῳ Πνεύ­μα­τι, πᾶ­σα ψυ­χὴ ζω­οῦ­ται, καὶ κα­θάρ­σει ὑ­ψοῦ­ται, λαμ­πρύ­νε­ται τῇ Τρι­α­δι­κῇ Μο­νά­δι, ἱ­ε­ρο­κρυ­φί­ως.
Καί νῦν...   Θεοτοκίον.
Ἁ­γί­ῳ Πνεύ­μα­τι, ἀ­να­βλύ­ζει τὰ τῆς χά­ρι­τος ῥεῖ­θρα, ἀρ­δεύ­ον­τα ἅ­πα­σαν τὴν κτί­σιν, πρὸς ζω­ο­γο­νί­αν.
Καὶ εὐ­θὺς τὸ Προ­κεί­με­νον· Ἦχος δ
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. (δίς).
Στίχος: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ
Ὁ Ἱ­ε­ρεύς· Καὶ ὑ­πὲρ τοῦ κα­τα­ξι­ω­θῆ­ναι ἡ­μᾶς τῆς ἀ­κρο­ά­σε­ως τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου, Κύ­ριον τὸν Θε­ὸν ἡ­μῶν ἱ­κε­τεύ­σω­μεν.
Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον (γ΄).
Ὁ Ἱ­ε­ρεύς· Σο­φί­α. Ὀρ­θοί, ἀ­κού­σω­μεν τοῦ ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου.
Ὁ Ἱ­ε­ρεύς· Εἰ­ρή­νη πᾶ­σι.
Ὁ χο­ρός· Καὶ τῷ πνεύ­μα­τί σου.
Ὁ Ἱ­ε­ρεύς· Ἐκ τοῦ κα­τὰ Ἰωάννην ἁ­γί­ου Εὐ­αγ­γε­λί­ου, τὸ Ἀ­νά­γνω­σμα. Πρό­σχω­μεν.
Ὁ χο­ρός· Δό­ξα σοι, Κύ­ρι­ε, δό­ξα σοι.
Τὸ Εὑ­αγ­γέ­λιον  ( ιε`. 17-27, ιστ`. 1-2 ).
Εἶ­πεν ὁ Κύ­ριος τοῖς ἑ­αυ­τοῦ Μα­θη­ταῖς. Ταῦ­τα ἐν­τέλ­λο­μαι ὑ­μῖν, ἵ­να ἀ­γα­πᾶ­τε ἀλ­λή­λους.  Εἰ ὁ κό­σμος ὑ­μᾶς μι­σεῖ, γι­νώ­σκε­τε ὅ­τι ἐ­μὲ πρῶ­τον ὑ­μῶν με­μί­ση­κεν. εἰ ἐκ τοῦ κό­σμου ἦ­τε, ὁ κό­σμος ἂν τὸ ἴ­διον ἐ­φί­λει· ὅ­τι δὲ ἐκ τοῦ κό­σμου οὐκ ἐ­στέ, ἀλ­λ' ἐ­γὼ ἐ­ξε­λε­ξά­μην ὑ­μᾶς ἐκ τοῦ κό­σμου, διὰ τοῦ­το μι­σεῖ ὑ­μᾶς ὁ κό­σμος. Μνη­μο­νεύ­ε­τε τοῦ λό­γου οὗ ἐ­γὼ εἶ­πον ὑ­μῖν· οὐκ ἔ­στι δοῦ­λος μεί­ζων τοῦ κυ­ρί­ου αὐ­τοῦ. εἰ ἐ­μὲ ἐ­δί­ω­ξαν, καὶ ὑ­μᾶς δι­ώ­ξου­σιν· εἰ τὸν λό­γον μου ἐ­τή­ρη­σαν, καὶ τὸν ὑ­μέ­τε­ρον τη­ρή­σου­σιν, ἀλ­λὰ ταῦ­τα πάν­τα ποι­ή­σου­σιν ὑ­μῖν διὰ τὸ ὄ­νο­μά μου, ὅ­τι οὐκ οἴ­δα­σι τὸν πέμ­ψαν­τά με, εἰ μὴ ἦλ­θον καὶ ἐ­λά­λη­σα αὐ­τοῖς, ἁ­μαρ­τί­αν οὐκ εἶ­χον· νῦν δὲ πρό­φα­σιν οὐκ ἔ­χου­σι πε­ρὶ τῆς ἁ­μαρ­τί­ας αὐ­τῶν. Ὁ ἐ­μὲ μι­σῶν καὶ τὸν πα­τέ­ρα μου μι­σεῖ. Εἰ τὰ ἔρ­γα μὴ ἐ­ποί­η­σα ἐν αὐ­τοῖς ἃ οὐ­δεὶς ἄλ­λος πε­ποί­η­κεν, ἁ­μαρ­τί­αν οὐκ εἶ­χον· νῦν δὲ καὶ ἑ­ω­ρά­κα­σι καὶ με­μι­σή­κα­σι καὶ ἐ­μὲ καὶ τὸν πα­τέ­ρα μου, ἀλ­λ' ἵ­να πλη­ρω­θῇ ὁ λό­γος ὁ γε­γραμ­μέ­νος ἐν τῷ νό­μῳ αὐ­τῶν, ὅ­τι ἐ­μί­ση­σάν με δω­ρε­άν. Ὅ­ταν δὲ ἔλ­θῃ ὁ πα­ρά­κλη­τος ὃν ἐ­γὼ πέμ­ψω ὑ­μῖν πα­ρὰ τοῦ πα­τρός, τὸ Πνεῦ­μα τῆς ἀ­λη­θεί­ας ὃ πα­ρὰ τοῦ πα­τρὸς ἐκ­πο­ρεύ­ε­ται, ἐ­κεῖ­νος μαρ­τυ­ρή­σει πε­ρὶ ἐ­μοῦ· καὶ ὑ­μεῖς δὲ μαρ­τυ­ρεῖ­τε, ὅ­τι ἀ­π' ἀρ­χῆς με­τ' ἐ­μοῦ ἐ­στε. Ταῦ­τα λε­λά­λη­κα ὑ­μῖν ἵ­να μὴ σκαν­δα­λι­σθῆ­τε, ἀ­πο­συ­να­γώ­γους ποι­ή­σου­σιν ὑ­μᾶς· ἀλ­λ' ἔρ­χε­ται ὥ­ρα ἵ­να πᾶς ὁ ἀ­πο­κτεί­νας ὑ­μᾶς δό­ξῃ λα­τρεί­αν προ­σφέ­ρειν τῷ Θε­ῷ.
Ἦ­χος β΄.  Δό­ξα...
Ταῖς τοῦ Ἀθλοφόρου, πρε­σβεί­αις, Ἐ­λε­ῆ­μον, ἐ­ξά­λει­ψον τὰ πλή­θη, τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.
Ἦ­χος ὁ αὐ­τός. Καὶ νῦν...
Ταῖς τῆς Θε­ο­τό­κου, πρε­σβεί­αις, Ἐ­λε­ῆ­μον, ἐ­ξά­λει­ψον τὰ πλή­θη, τῶν ἐ­μῶν ἐγ­κλη­μά­των.
Στίχ. Ἐ­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου.
Ἦ­χος πλ. β΄.  Ὅ­λην ἀ­πο­θέ­με­νοι.
Ὅ­λην ἀ­πο­θέ­με­νος, βι­ω­τι­κὴν τυ­ραν­νί­δα, ὀ­πί­σω σου ἔ­δρα­μεν, ὁ σε­πτὸς Γε­ώρ­γιος, Θε­ὲ Ἄ­ναρ­χε, καὶ τερ­πνὰ ἅ­παν­τα, καὶ δε­σμὸν ἄ­λυ­τον, ὡς ἱ­στὸν ἀ­ρά­χνης ἔ­λυ­σε, διό καὶ ἔ­τυ­χε, τῆς σῆς Βα­σι­λεί­ας, Ἀ­ό­ρα­τε. Αὐ­τοῦ οὖν ταῖς δε­ή­σε­σιν, ἱ­λα­σμόν, Οἰ­κτίρ­μον πα­ρά­σχου μοί, τῶν πλημ­με­λη­μά­των, καὶ δεῖ­ξόν με ἀ­νώ­τε­ρων πα­θῶν, τῶν ἐ­νο­χλούν­των μου, Δέ­σπο­τα, τὴν ψυ­χὴν ἑ­κά­στο­τε.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σοῦ ἐκπορεύεται σοφέ, Γεώργιε τρισμάκαρ, ἀλλ’αἰτεῖται τὴν χάριν καὶ λαμβάνει διὰ σοῦ τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων, ὑπάρχεις σύ, ἀθλοφόρε Κυρίου· σῷζε πάντας τοὺς πρὸς σέ, καταφεύγοντας, μεγαλομάρτυς, τῶν πολεμουμένων ἡ εἰρήνη, ὁ ἄμεσος προστάτης τῶν πι­στῶν.

 Ὁ Ἱ­ε­ρεύς· Σῶ­σον ὁ Θε­ὸς τὸν λα­όν σου καὶ εὐ­λό­γη­σον τὴν κλη­ρο­νο­μί­αν σου· ἐ­πί­σκε­ψαι τὸν κό­σμον σου ἐν ἐ­λέ­ει καὶ οἰ­κτιρ­μοῖς· ὕ­ψω­σον κέ­ρας Χρι­στια­νῶν ὀρ­θο­δό­ξων καὶ κα­τά­πεμ­ψον ἐφ΄ ἡ­μᾶς τὰ ἐ­λέ­η σου τὰ πλού­σια· πρε­σβεί­αις τῆς πα­νά­χραν­του Δε­σποί­νης ἡ­μῶν Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας· δυ­νά­μει τοῦ τι­μί­ου καὶ ζω­ο­ποι­οῦ Σταυ­ροῦ· προ­στα­σί­αις τῶν τι­μί­ων ἐ­που­ρα­νί­ων θείων Δυ­νά­με­ων ἀ­σω­μά­των· ἱ­κε­σί­αις τοῦ τι­μί­ου καὶ ἐν­δό­ξου προ­φή­του, Προ­δρό­μου καὶ Βα­πτι­στοῦ Ἰ­ω­άν­νου· τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων Ἀ­πο­στό­λων· τῶν ἐν ἁ­ γί­οις πα­τέ­ρων ἡ­μῶν, με­γά­λων Ἱ­ε­ραρ­χῶν καὶ Οἰ­κου­με­νι­κῶν Δι­δα­σκά­λων, Βα­σι­λεί­ου τοῦ Με­γά­λου, Γρη­γο­ρί­ου τοῦ Θε­ο­λό­γου καὶ Ἰ­ω­άν­νου τοῦ Χρυ­σο­στό­μου· Ἀ­θα­να­σί­ου καὶ Κυ­ρίλ­λου, Ἰ­ω­άν­νου τοῦ Ἐ­λε­ή­μο­νος, πα­τρια­ρχῶν Ἀ­λε­ξαν­δρεί­ας καί Νικηφόρου Πατριάρχου Κων/πόλεως τοῦ Ὁμολογητοῦ. Νι­κο­λά­ου ἀρ­χι­ε­πι­σκό­που Μύ­ρων τῆς Λυ­κί­ας, Σπυ­ρί­δω­νος ἀρ­χι­ε­πι­σκό­που Τρι­μυ­θοῦν­τος, Ἀ­χιλ­λί­ου καί Βησ­σα­ρί­ω­νος ἀρ­χι­ε­πι­σκό­πων Λα­ρί­σης, Λου­κᾶ ἀρ­χι­ε­πι­σκό­που Συμ­φε­ρου­πό­λε­ως καί Κρι­μαί­ας καί Νε­κτα­ρί­ου ἐ­πι­σκό­που Πεν­ταπό­λε­ως τοῦ ἐν Αἰ­γή­νῃ, τῶν θαυ­μα­τουρ­γῶν. Τῶν ἁ­γί­ων ἐν­δό­ξων μεγα­λο­μαρ­τύ­ρων Γε­ωρ­γί­ου τοῦ Τρο­παι­ο­φό­ρου, Δη­μη­τρί­ου τοῦ Μυ­ρο­βλύ­του, Θε­ο­δώ­ρου τοῦ Τή­ρω­νος, Θε­ο­δώ­ρου τοῦ Στρα­τη­λά­του, Φανου­ρί­ου τοῦ νε­ο­φα­νοῦς καὶ Μη­νᾶ τοῦ θαυ­μα­τουρ­γοῦ· τῶν ἱ­ε­ρο­μαρ­τύ­ρων Χα­ρα­λάμ­πους, Ἰ­γνα­τί­ου καὶ Ἐ­λευ­θε­ρί­ου· τῶν ἁ­γί­ων, ἐν­δό­ξων, με­γά­λων μαρ­τύ­ρων γυ­ναι­κῶν, Αἰ­κα­τε­ρί­νης τῆς παν­σό­φου, Μα­ρί­νης καί Πα­ρα­σκευ­ῆς τῆς ἀ­θλη­φό­ρου καί Φιλοθέης τῆς Ἀθηναίας· τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ καλ­λι­νί­κων νε­ο­μαρ­τύ­ρων Γε­δε­ών τοῦ ἐν Τυρ­νά­βῳ, Γε­ωρ­γί­ου τοῦ ἐκ Ρα­ψά­νης, Δα­μια­νοῦ καί Ἰ­ω­άν­νου τῶν ἐν Λα­ρί­σῃ μαρ­τυ­ρη­σάν­των καί τῶν Νε­ο­φα­νῶν μαρ­τύ­ρων Ρα­φα­ήλ, Νι­κο­λά­ου καί Εἰ­ρή­νης. Τῶν ἁ­γί­ων ἐν­δό­ξων καί θε­ο­στέ­πτων βα­σι­λέ­ων Κων/νου καί Ἐ­λέ­νης τῶν ἱ­σα­πο­στό­λων· τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων Πα­τέ­ρων ἡ­μῶν, Στυ­λια­νοῦ τοῦ Πα­φλα­γό­νος, Δι­ο­νυ­σί­ου τοῦ ἐν Ὀ­λύμ­πῳ καί Συ­με­ών τοῦ μο­νο­χί­τω­νος καί ἀ­νυ­πο­δή­του. Τῶν ἁγίων ἐνδόξων καί θαυματρουγῶν Ἀναργύρων, Κοσμᾶ καί Δαμιανοῦ, Κύρου καί Ἰωάννου, Παντελεήμονος καί Ἐρμολάου.Τῶν ἁ­γί­ων καὶ δι­καί­ων θε­ο­πα­τό­ρων Ἰ­ω­α­κεὶμ καὶ Ἄν­νης· τοῦ ἁ­γί­ου (τῆς ἡ­μέ­ρας), οὗ τὴν μνή­μην ἐ­πι­τε­λοῦ­μεν, καὶ πάν­των σου τῶν Ἁ­γί­ων· Ἱ­κε­τεύ­ο­μέν σε, μό­νε πο­λυ­έ­λε­ε Κύ­ρι­ε· ἐ­πά­κου­σον ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν δε­ο­μέ­νων σου, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς..
Ὁ χο­ρός· Κύ­ρι­ε, ἐ­λέ­η­σον (ιβ΄).
Ὁ Ἱ­ε­ρεύς· Ἐ­λέ­ει, καὶ οἰ­κτιρ­μοῖς, καὶ φι­λαν­θρω­πί­ᾳ τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, μεθ οὗ εὐ­λο­γη­τὸς εἶ, σὺν τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ σου Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ χο­ρός·Ἀμήν.
Ὠ­δὴ ζ΄. Ὁ Εἰρ­μός.
«Οἱ ἐκ τῆς Ἰ­ου­δαί­ας, κα­ταν­τή­σαν­τες Παῖ­δες ἐν Βα­βυ­λῶ­νί πο­τε, τῇ πί­στει τῆς Τριά­δος, τὴν φλό­γα τῆς κα­μί­νου, κα­τε­πά­τη­σαν ψάλ­λον­τες· Ὁ τῶν Πα­τέ­ρων ἡ­μῶν Θε­ός, εὐ­λο­γη­τὸς εἶ».
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κοσμικῶν με σκανδάλων, καὶ παθῶν ἀτιμίας, καὶ πάσης θλίψεως, Γεώργιε εὐχαῖς σου, διάσωζε καὶ δίδου, ἀναμέλπειν ἑκάστοτε, ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ραθυμίας ἀτόπου, καὶ δεινῆς ἁμαρτίας, ταῖς ἱκεσίαις σου, Γεώργιέ με σῶσον, προστρέχοντα ἐν πίστει, τῇ θερμῇ ἀντιλήψει σου. Ὅπως τιμῶ σε πιστῶς εἰς πάντας τοὺς αἰῶνας.
Δό­ξα Πα­τρί.­..
Ὦ Γεώργιε Μάκαρ, δυσχερείας τοῦ βίου, κλυδωνιζόμενον, μηδόλως με παρίδης, ἀλλ` οἴκτιρον εὐχαίς σου, καὶ διάσωσον ψάλλοντα, ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Καί νῦν.­.. Θε­ο­το­κί­ον.
Ἐν τῷ βίῳ τὸν χρόνον, ἀμελείᾳ Παρθένε, ἐκδαπανήσας πολλῇ, προσπίπτω καὶ βοῶ σοι, διέγειρόν με σῶσον, τῷ Υἱῷ σου κραυγάζοντα, ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ὠ­δὴ η΄. Ὁ Εἰρ­μός.
«Τὸν Βα­σι­λέ­α τῶν οὐ­ρα­νῶν, ὃν ὑ­μνοῦ­σι στρα­τιαὶ τῶν Ἀγ­γέ­λων, ὑ­μνεῖ­τε, καὶ ὑ­πε­ρυ­ψοῦ­τε εἰς πάν­τας τοὺς αἰ­ῶ­νας».
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τοὺς σοὺς οἰκέτας, ὦ Γεώργιε Μάκαρ, ἐκ κινδύνων θλίψεων καὶ νόσων, σαῖς πρὸς τὸν Σωτήρα ἁπάλλαξον πρεσβείαις.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Στήριξον πάντας, ὦ Γεώργιε μάρτυς, ἐν τῇ πίστει καὶ θείᾳ ἀγάπῃ, καὶ ῥῦσαι εὐχαῖς σου κακίας τοῦ Βελίαρ.
Δό­ξα Πα­τρί.­..
Τῇ ὑπερμάχῳ, ἀντιλήψει σου, μάρτυς, καταφεύγοντες αἰτούμεθα νόσων, καὶ δεινῶν εὐχαῖς σου, ταχέως λυτρωθῆναι.
Καί νῦν.­.. Θε­ο­το­κί­ον.
Ἴασαι, Κόρη, ταῖς πρὸς τὸν κτίστην λιταῖς σου, τηκομένους νόσοις τοὺς σοὺς δούλους, καὶ δεινῶν παντοίων ἁπάλλαξον ταχέως.
Ὠ­δὴ θ΄. Ὁ Εἰρ­μός.
«Κυ­ρί­ως Θε­ο­τό­κον, σὲ ὁ­μο­λο­γοῦ­μεν, οἱ διὰ σοῦ σε­σῳ­σμέ­νοι, Παρ­θέ­νε ἁ­γνή, σὺν Ἀ­σω­μά­των χο­ρεί­αις, σὲ με­γα­λύ­νον­τες».
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νοσούντων καὶ πλεόντων, καὶ τῶν ἐν κινδύνοις, πρὸς σωτηρίαν κατέστης ὑπέρμαχος, τῶν Ἀθλητῶν ἡ ἀκρότης, Μάρτυς Γεώργιε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Συνήφθης ταῖς χορείαις, πάντων τῶν μαρτύρων, σὺν οἷς δυσώπει Θεόν, ὦ Γεώργιε, ἁπαλλαγῆναι κινδύνων, δεινῶν τούς δούλους σου.
Δό­ξα Πα­τρί.­..
Ὡς φύλαξ ὀρθοδόξων, καὶ τῆς εὐσεβείας, καὶ τῶν μαρτύρων τὸ κλέος, Γεώργιε, ὑπὲρ ἡμῶν τὸν Σωτήρα, θερμῶς ἱκέτευε.
Καί νῦν.­.. Θε­ο­το­κί­ον.
Μαρία, ἐκτακείσαν, τὴν οἰκτράν ψυχήν μου, τῆς ἁμαρτίας φλογμῷ καταδρόσισον, τού σοῦ ἐλέους ῥανίσι, καὶ σῶσον Πάναγνε.
Καὶ εὐ­θὺς τό·
Ἄ­ξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς, μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον, τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον, καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν. Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ, καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ, τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, τὴν ὄν­τως Θε­ο­τό­κον, σὲ με­γα­λύ­νο­μεν.

Καὶ τὰ πα­ρόν­τα Με­γα­λυ­νά­ρια.
Κατεύνασον τὸν τάραχον, Ἀθλητά, παθῶν καὶ κινδύνων, καὶ δαιμόνων τάς προσβολάς, ἀπέλασον πάσας, ἀπὸ τῶν σὲ ὑμνούντων, ὡς μάρτυρα Κυρίου, θεῖε Γεώργιε.
Πόθῳ ἑορτάσωμεν ἀδελφοί, τὴν φωσφόρον μνήμην, Γεωργίου τοῦ Ἀθλητοῦ, καὶ στέψωμεν τοῦτον, τοῦ ἔαρος τοῖς ἴοις, ἵνα ἀξιωθῶμεν τῆς θείας χάριτος.
Ἀνάκτων ὑπέρμαχον καὶ πτωχῶν, πλεόντων σωτῆρα, ἀσθενοῦντα τε ἰατρόν, αἰχμαλώτων ῥύστην, καὶ ὀρφανῶν προστάτην, κεκτήμεθά σε πάντες, Μάρτυς Γεώργιε.
Λῦσον, ὦ Γεώργιε ἀθλητά, νέφος ἁμαρτίας, καὶ τάς νόσους τάς φοβεράς, δίωξον ἐν τάχει, ἀπὸ τῶν προσκυνούντων, τὴν θείαν σου εἰκόναν, καὶ ἀνυμνούντων σέ.
Πᾶ­σαι τῶν Ἀγ­γέ­λων αἱ στρα­τιαί, Πρό­δρο­με Κυ­ρί­ου, Ἀ­πο­στό­λων ἡ δω­δε­κάς, οἱ Ἅ­γιοι Πάν­τες, με­τὰ τῆς Θε­ο­τό­κου, ποι­ή­σα­τε πρε­σβεί­αν, εἰς τὸ σω­θῆ­ναι ἡ­μᾶς.

Ὁ Ἀ­να­γνώ­στης·
Ἅ­γιος ὁ Θε­ός, Ἅ­γιος Ἰ­σχυ­ρός, Ἅ­γιος Ἀ­θά­να­τος, ἐ­λέ­η­σον ἡ­μᾶς (γ΄).
Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.
Πα­να­γί­α Τριάς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴα­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν, ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.  Κύ­ρι­ε ἐ­λέ­η­σον. Κύ­ρι­ε ἐ­λέ­η­σον, Κύ­ρι­ε ἐ­λέ­η­σον.
Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.
Πά­τερ ἡ­μῶν, ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου· ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου· γε­νη­θή­τω τὸ θέ­λη­μά σου ὡς ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σιον δὸς ἡ­μῖν σή­με­ρον καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν· καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.
Ὁ Ἱ­ε­ρεύς· Ὅ­τι Σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ Ἀ­να­γνώ­στης· Ἀ­μήν.  Εἶ­τα τό τροπάριον. Ήχος δ`.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.

Εἶ­τα μνη­μο­νεύ­ει καὶ πά­λιν ὁ ἱ­ε­ρεύς, δι΄ οὓς ἡ πα­ρά­κλη­σις γί­νε­ται, καὶ ἡ­μεῖς μεθ΄ ἑ­κά­στην αἴ­τη­σιν ψάλ­λο­μεν τὸ Κύ­ρι­ε ἐ­λέ­η­σον (γ΄).
Ἐ­λέ­η­σον ἡ­μᾶς ὁ Θε­ὸς κα­τὰ τὸ μέ­γα ἔ­λε­ός Σου, δε­ό­με­θά Σου, ἐ­πά­κου­σον καὶ ἐ­λέ­η­σον.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ Ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (...) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ ἐ­λέ­ους, ζω­ῆς, εἰ­ρή­νης, ὑ­γεί­ας, σω­τη­ρί­ας, ἐ­πι­σκέ­ψε­ως, συγ­χω­ρή­σε­ως καὶ ἀ­φέ­σε­ως τῶν ἁ­μαρ­τι­ῶν τῶν δού­λων τοῦ Θε­οῦ, πάν­των τῶν εὐ­σε­βῶν καὶ ὀρ­θο­δό­ξων χρι­στια­νῶν, τῶν κα­τοι­κούν­των καὶ πα­ρε­πι­δη­μούν­των ἐν τῇ (πό­λῃ) ταύ­τῃ, τῶν ἐ­νο­ρι­τῶν, ἐ­πι­τρό­πων, συν­δρο­μη­τῶν καὶ ἀ­φι­ε­ρω­τῶν τοῦ ἁ­γί­ου να­οῦ τού­του.
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τῶν δού­λων τοῦ Θε­οῦ, (ὀ­νό­μα­τα).
Ἔ­τι δε­ό­με­θα ὑ­πὲρ τοῦ δι­α­φυ­λα­χθῆ­ναι τὴν ἁ­γί­αν Ἐκ­κλη­σί­αν καὶ τὴν πό­λιν ταύ­την, καὶ πᾶ­σαν πό­λιν καὶ χώ­ραν ἀ­πὸ ὀρ­γῆς, λοι­μοῦ, λι­μοῦ, σει­σμοῦ, κα­τα­πον­τι­σμοῦ, πυ­ρός, μα­χαί­ρας, ἐ­πι­δρο­μῆς ἀλ­λο­φύ­λων, ἐμ­φυ­λί­ου πο­λέ­μου, καὶ αἰφ­νι­δί­ου θα­νά­του, ὑ­πὲρ τὸν ἵ­λε­ων, εὐ­με­νῆ καὶ εὐ­δι­ά­λα­κτον, γε­νέ­σθαι τὸν ἀ­γα­θὸν καὶ φι­λάν­θρω­πον Θε­ὸν ἡ­μῶν, τοῦ ἀ­πο­στρέ­ψαι καὶ δι­α­σκε­δά­σαι πᾶ­σαν ὀρ­γὴν καὶ νό­σον, τὴν καθ΄ ἡ­μῶν κι­νου­μέ­νην, καὶ ῥύ­σα­σθαι ἡ­μᾶς ἐκ τῆς ἐ­πι­κει­μέ­νης δι­καί­ας αὐ­τοῦ ἀ­πει­λῇς, καὶ ἐ­λε­ῆ­σαι ἡ­μᾶς.
Ἔ­τι δε­ό­με­θα καὶ ὑ­πὲρ τοῦ εἰ­σα­κοῦ­σαι Κύ­ριον τὸν Θε­ὸν φω­νῆς τῆς δε­ή­σε­ως ἡ­μῶν τῶν ἁ­μαρ­τω­λῶν, καὶ ἐ­λε­ῆ­σαι ἡ­μᾶς.
Ἐ­πά­κου­σον ἡ­μῶν, ὁ Θε­ός, ὁ Σω­τὴρ ἡ­μῶν, ἡ ἐλ­πὶς πάν­των τῶν πε­ρά­των τῆς γῆς καὶ τῶν ἐν θα­λάσ­σῃ μα­κράν, καὶ ἵ­λε­ως, ἵ­λε­ως γε­νοῦ ἡ­μῖν, Δέ­σπο­τα ἐ­πὶ ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς.  λε­ή­μων γάρ καὶ φι­λάν­θρω­πος Θε­ὸς ὑ­πάρ­χεις, καὶ σοι τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.
Ὁ χο­ρός· Ἀ­μήν.
Καὶ ὁ ἱ­ε­ρεὺς ποι­εῖ τὴν ἀ­πό­λυ­σιν·
Δό­ξα σοι ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, Κύ­ρι­ε, δό­ξα Σοι.
Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν, ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του ..............

Με­τὰ ψάλ­λον­ται τὰ πα­ρόν­τα Θε­ο­το­κί­α. Ἦ­χος β΄. Ὅ­τε ἐκ τοῦ ξύ­λου.
Πάντας τούς τελοῦντάς σου πιστῶς, τὴν ἀξιοθαύμαστον μνήμην, μάρτυς Γεώργιε, πάσης περιστάσεως ῥῦσαι πρεσβείαις σου, νοσημάτων καὶ θλίψεων, παθῶν καὶ κινδύνων, σὲ καθικετεύομεν, καὶ τῶν βελῶν τοῦ ἐχθροῦ. Ὅπως σε φαιδρῶς ἀνυμνῶμεν, ὡς κοινὸν ἡμῶν εὐεργέτην, καὶ τῶν ἀθλοφόρων ἐγκαλλώπισμα.
Πάντων προστατεύεις ἀθλητά, καὶ ὑπὲρ ἡμῶν νῦν πρεσβεύεις, Χριστῷ Γεώργιε, τῶν προσκαλουμένων σέ, ἐν τῷδε οἴκῳ τῷ σῷ, καὶ ἐκ θλίψεως ἅπαντας, κινδύνων καὶ νόσων, σῴζεις ἡμᾶς ἅγιε, ὡς παρρησίας τυχών· ὅθεν τὸν σὸν δοῦλον ἐκ πάσης, νόσου συνεχόμενον σῶσον, καὶ τὴν κλίνης ἔγειρον καὶ ἴασαι.
Δέξαι τάς δεήσεις ἀφ’ ἡμῶν, τάς προσφερομένας ἐν πίστει, σοὶ τῷ θεράποντι, τοῦ Χριστοῦ Γεώργιε, καὶ πάντας νῦν ἡμᾶς, πάσης νόσου ἀπάλλαξον, ἡμῶν ὁ προστάτης, ὡς φρουρός, ὡς ἔφορος, ὡς ἰατρὸς καὶ τροφεύς, πόθῳ ἐπικαλούμεθά σε, καὶ διαπαντὸς, σέ τιμῶμεν, τήν εἰκόνα νῦν κατασπαζόμενοι.
Δέξαι τὴν ἱκέσιον ᾠδήν, δέξαι καί τὸν θρῆνον στρατάρχα, δέξαι τὴν δέησιν, δέξαι καί τὰ δάκρυα, τὸν στεναγμὸν τῆς ψυχῆς, καὶ τὸν θρῆνον ἀφάνισον τὰ δάκρυα παῦσον, πάντα μεταρρύθμησον τὰ λυπηρὰ καὶ χαράν, δίδου τῷ τὴν σὴν ἐκζητούντι, θείαν προστασίαν καὶ σκέπην, ὁλοψύχῳ νεύσει ὦ Γεώργιε.
Ἦ­χος πλ. δ΄.
Δέ­σποι­να, πρόσ­δε­ξαι τὰς δε­ή­σεις τῶν δού­λων σου, καὶ λύ­τρω­σαι ἡ­μᾶς, ἀ­πὸ πά­σης ἀ­νάγ­κης καὶ θλί­ψε­ως.
Ἦ­χος β΄.
Τὴν πᾶ­σαν ἐλ­πί­δα μου εἰς σὲ ἀ­να­τί­θη­μι, Μῆ­τερ τοῦ Θε­οῦ, φύ­λα­ξόν με ὑ­πὸ τὴν σκέ­πην σου.
Ὁ Ἱ­ε­ρεύς· Δι΄ εὐ­χῶν τῶν ἁ­γί­ων Πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στέ, ὁ Θε­ός, ἐ­λέ­η­σον καὶ σῶ­σον ἡ­μᾶς.
Ὁ λα­ός· Ἀ­μήν.

0 σχόλια:

Δημοσίευση σχολίου

Ροή δεδομένων

Ετικέτες-Κατηγορίες

p.Ioannis.Kiparissopoulos. Από το Blogger.

Πληροφορίες

Αναγνώστες

Αναζήτηση αυτού του ιστολογίου

ΑΓΙΑ ΓΡΑΦΗ

ΑΓΙΑ ΓΡΑΦΗ
Για να μπείτε στήν Αγία Γραφή κάντε κλίκ στην εικόνα

ΠΑΤΕΡΙΚΑ

ΠΑΤΕΡΙΚΑ
Για να μπείτε στις αναρτήσεις με τα Πατερικά κείμενα κάντε κλίκ στην εικόνα

ΑΓΙΟΣ ΝΙΚΟΔΗΜΟΣ Ο ΑΓΙΟΡΕΙΤΗΣ

ΑΓΙΟΣ ΝΙΚΟΔΗΜΟΣ Ο ΑΓΙΟΡΕΙΤΗΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΑΓΙΟΣ ΛΟΥΚΑΣ Ο ΙΑΤΡΟΣ

ΑΓΙΟΣ ΛΟΥΚΑΣ Ο ΙΑΤΡΟΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΑΓΙΟΙ ΕΦΡΑΙΜ ΚΑΙ ΙΣΑΑΚ ΟΙ ΣΥΡΙΟΙ

ΑΓΙΟΙ ΕΦΡΑΙΜ ΚΑΙ ΙΣΑΑΚ ΟΙ ΣΥΡΙΟΙ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΛΟΓΟΙ ΚΑΙ ΚΛΙΜΑΞ Αγίου Ιωάννου Σιναϊτου

ΛΟΓΟΙ ΚΑΙ ΚΛΙΜΑΞ  Αγίου Ιωάννου Σιναϊτου
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Ορθόδοξο Συναξάρι

Επικοινωνήστε μαζί μας…...

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

ΓΕΡΩΝ ΠΑΪΣΙΟΣ Ο ΑΓΙΟΡΕΙΤΗΣ

ΓΕΡΩΝ  ΠΑΪΣΙΟΣ Ο ΑΓΙΟΡΕΙΤΗΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΓΕΡΩΝ ΠΟΡΦΥΡΙΟΣ

ΓΕΡΩΝ ΠΟΡΦΥΡΙΟΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Γέροντας Ιάκωβος Τσαλίκης

Γέροντας Ιάκωβος Τσαλίκης
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΑΓΙΟΣ ΚΟΣΜΑΣ Ο ΑΙΤΩΛΟΣ

ΑΓΙΟΣ ΚΟΣΜΑΣ Ο ΑΙΤΩΛΟΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Γέροντας Ιωσήφ Βατοπαιδινός

Γέροντας Ιωσήφ Βατοπαιδινός
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Γέροντας Ιωσήφ ο Ησυχαστής

Γέροντας Ιωσήφ ο Ησυχαστής
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Γέροντας Εφραίμ Κατουνακιώτης

Γέροντας Εφραίμ Κατουνακιώτης
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Άγιος Σιλουανός ο Αθωνίτης

Άγιος Σιλουανός ο Αθωνίτης
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Άγιος Νεκτάριος Επίσκοπος Πενταπόλεως

Άγιος Νεκτάριος Επίσκοπος Πενταπόλεως
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΑΓΙΟΣ ΣΥΜΕΩΝ Ο ΝΕΟΣ ΘΕΟΛΟΓΟΣ

ΑΓΙΟΣ ΣΥΜΕΩΝ Ο ΝΕΟΣ ΘΕΟΛΟΓΟΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΔΑΜΑΣΚΗΝΟΣ

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΔΑΜΑΣΚΗΝΟΣ
Για να μπείτε στις αναρτήσεις κάντε κλίκ στην εικόνα

Συνολικές προβολές σελίδας