Λέγεται τὴν ὥρα τῆς
προετοιμασίας διὰ τὴν ζύμωσιν τῆς προσφορᾶς
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.
Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ´)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου.
Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ευχαριστώ Σοι
Κύριε ο Θεός μου , ότι και πάλιν κατηξίωσάς με τον ανάξιον ποιήσαι τους άρτους
τούτους και μετά καθαράς καρδίας προσφέρειν τώ αγίω ναώ Σου , αντίδωρον των
πλουσίων και ανεκφράστων δωρεών Σου. Σε παρακαλούμεν, ποιητά ουρανού και γής ,
κατάπεμψον την πανσθενή χάριν Σου, ώστε γενέσθαι τα δώρα ταύτα ευπρόσδεκτα τώ
Αγίω Σου θυσιαστηρίω. Ικετεύομεν Σε ,φιλάνθρωπε Κύριε, πρόσδεξαι ταύτα , ως
προσεδέξω Αβελ, Μελχισεδέκ και Αβραάμ την θυσίαν, των ποιμένων την δοξολογίαν,
των Μάγων τα δώρα, της πόρνης τα δάκρυα, του ληστού την ομολογίαν, του Πέτρου
την μετάνοιαν, των Μυροφόρων γυναικών τα θυμιάματα και δεόμεθά Σου, πρεσβείαις
της Παναχράντου Μητρός Σου, πάντων Σου των Αγίων και του Οσίου πατρός ημών
Ευφροσύνου του Μαγείρου, πάντοτε προσφέρειν Σοι ταύτα ακατακρίτως. Αμήν
Δι᾿
εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.
Ἀμήν.
0 σχόλια:
Δημοσίευση σχολίου