Gold Cross

Παρασκευή, 24 Αυγούστου 2012

Κατέλιπόν σε, μὴ μὲ ἐγκαταλίπῃς


Εἰς τὸν Κύριον Ἰησοῦν Χριστόν  

Δέσποτα Χριστέ, ὁ Θεός, ὁ τοῖς πάθεσί σου τὰ πάθη μου θεραπεύσας, καὶ τοῖς τραύμασί σου τὰ τραύματά μου ἰατρεύσας, χάρισαί μοι τῷ πολλά σοι πταίσαντι δάκρυα κατανύξεως· συγκέρασόν μου τὸ σῶμα, ἀπὸ ὀσμῆς τοῦ ζωοποιοῦ σώματός σου, καὶ γλύκανόν μου τὴν ψυχήν, τῷ σῷ τιμίῳ αἵματι, ἀπὸ τῆς πικρίας, ἥν με ὁ ἀντίδικος ἐπότισεν. 

Ὑψωσόν μου τὸν νοῦν πρὸς σέ, κάτω ἑλκυσθέντα, καὶ ἀνάγαγέ με ἀπὸ τοῦ χάσματος τῆς ἀπωλείας· ὅτι οὐκ ἔχω μετάνοιαν, οὐκ ἔχω κατάνυξιν, οὐκ ἔχω δάκρυον παρακλητικόν, τὰ ἐπανάγοντά με τέκνα πρὸς ἰδίαν κληρονομίαν. Ἐσκότισμαι τὸν νοῦν ἐν τοῖς βιωτικοῖς πάθεσι, καὶ οὐκ ἰσχύω ἀτενίσαι πρὸς σὲ ἐν ὀδύνῃ, οὐ δύναμαι θερμανθῆναι τοῖς δάκρυσι τῆς πρὸς σὲ ἀγάπης. 

Ἀλλά, Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ θησαυρὸς τῶν ἀγαθῶν, δώρησαί μοι μετάνοιαν ὁλόκληρον, καὶ καρδίαν ἐπίπονον εἰς ἀναζήτησίν σου· χάρισαί μοι τὴν χάριν σου, καὶ ἀνακαίνισον ἐν ἑμοὶ τὰς μορφὰς τῆς σῆς εἰκόνος. Κατέλιπόν σε, μὴ μὲ ἐγκαταλίπῃς· ἔξελθε εἰς ἀναζήτησίν μου, ἐπανάγαγέ με πρὸς τὴν νομήν σου, συναρίθμησόν με τοῖς προβάτοις τῆς ἐκλεκτῆς σου ποίμνης, καὶ διάθρεψόν με σὺν αὐτοῖς ἐκ τῆς χλόης τῶν θείων σοῦ Μυστηρίων· πρεσβείαις τῆς πανάγνου Μητρός σου, καὶ πάντων τῶν Ἁγίων σου. Ἀμήν.


Άγιος Γρηγόριος ο Παλαμάς

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου