Ἀδελφοὶ ἐν ταῖς ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ
χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι,
βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, ἄστοργοι, ἄσπονδοι, διάβολοι,
ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφλωμένοι, φιλήδονοι
μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς
ἠρνησάμενοι· καὶ τούτους ἀποτρέπου· ἐκ τούτων γάρ εἰσιν οἱ ἐνύνοντες εἰς τὰς
οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια συσσωρευμένα ἀμαρτίαις, ἀγόμενα
ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας
ἐλθεῖν δυνάμενα.
(Πρὸς Τιμόθεον
Β´ ἐπιστολή, κεφ. γ´, στίχοι 1-7).
0 σχόλια:
Δημοσίευση σχολίου