Gold Cross

Δευτέρα, 5 Μαΐου 2014

Χαιρετισμοί στον Άγιο Εφραίμ τον Μεγαλομάρτυρα και Θαυματουργό Νέας Μάκρης Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου


Κοντάκιον. Ἦχος πλ. δ΄. Τή Ὑπερμάχω
Ὥσπερ ἀστήρ νεοφανῆς ἠμίν ἀνέτειλας, τή φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καί θαυμάτων ταῖς ἀκτίσι πάσιν ἐκλάμπεις. 
Ἀλλά πλήρου τά αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοί προσιόντων Ἐφραίμ Ἅγιε, καί βοώντων σοί• χαίροις Πάτερ μακάριε.

Ἄγγελος ὥσπερ ἄλλος, οὐρανόθεν ἐπέστης, καί ἔδειξας ἠμίν τήν χάριν (ἐκ γ'), δί ἤς εὐφραίνεις πάντα πιστόν, 
Ὁσιομάρτυς Ἐφραίμ θείου Πνεύματος, διο σέ μακαρίζοντες, ἀναβοῶμεν σοί τοιαύτα•
Χαῖρε, ὁ πάλαι καλῶς ἀθλήσας• χαῖρε, ὁ ἄρτι σ' αὐτόν ἐκφήνας.
Χαῖρε, εὐφροσύνης καί ὁ παραίτιος, χαῖρε, οὐρανίου χαρᾶς ὁ συναίτιος.
Χαῖρε, ἄστρον τό νεοφωτον Ἐκκλησίας τοῦ Χριστού• χαῖρε, ξίφος τό ἀμφίστομόν της μανίας τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι ὁσίως ἐν ἀσκήσει ἐμπρέπεις• χαῖρε, ὅτι νομίμως ἐν ἀθλήσει ἐστέφθης.
Χαῖρε, καινόν της πίστεως ἔρεισμα• χαῖρε, ἀπίστων φθορά καί ἄλγημα.
Χαῖρε, δί οὗ εὐσεβεῖς κραταιούνται• χαῖρε, δί' οὐ δυσσεβεῖς καταργοῦνται.
Χαίροις Πάτερ μακάριε.
Βίου σου τοῦ ὁσίου καί τέλους σου τοῦ ἁγίου, ἄγνωστα τοῖς πάσι πρίν ἐτέλουν, ἄλλ ἀποκαλύψει θαυμαστή τῶν ἱερῶν σου
Λειψάνων πανόλβιε, ἐγνώσθης ἐν τοῖς πέρασι, ἅπαντας ἐγείρεις ψάλλειν• 
Ἀλληλούϊα.

Γνῶσιν λαβόντες θείαν, τῆς ἐνθέου ζωῆς σου, ἐκφάνσει τῶν ἁγίων ὀστῶν σου, αἴνεσιν προσάγομεν Θεῶ τῷ 
ποικίλοις σέ δοξάσαντι θαύμασιν, Ἐφραίμ θεομακάριστε, δί ὧν εὐφραίνεις τούς βοώντας σοί•
Χαῖρε, Χριστοῦ ὁ θεῖος θεράπων• χαῖρε, φωτός ἀΰλου θεάμων.
Χαῖρε, τῶν Ὁσίων ζηλώσας τήν ἄσκησιν• χαῖρε, τῶν Μαρτύρων ζηλώσας τήν ἄθλησιν.
Χαῖρε, σκεῦος καθαρότατον ἐπιπνοίας θεϊκής• χαῖρε, ἄνθος εὐωδέστατον εὐωδίας μυστικῆς.
Χαῖρε, ὅτι τόν κόσμον νουνεχῶς ἀπηρνήσω• χαῖρε, ὅτι τά ἄνω θαυμαστῶς ἐπορίσω.
Χαῖρε, κοιμίσας τά κύματα• χαῖρε, νοός ὑψώσας τόν ἔρωτα.
Χαῖρε, Χριστοῦ γεωργῶν τήν ἀγάπην• χαῖρε, σατᾶν καταργῶν τήν ἀπάτην.
Χαίροις Πάτερ μακάριε.
Δόξαν τήν κεκρυμμένην, ἤν θεόθεν ἐκτήσω, Ἐφραίμ Ὁσιομάρτυς Κυρίου, ἐμφανείαις σου ταῖς ἱεραῖς, τοῖς θεασαμένοις 
σέ ἐφανέρωσας, καί θαύμασιν ἐπιστωσας, τούς πιστῶς Κυρίω βοώντας• χριστιανος.gr
Ἀλληλούϊα.

Ἔλαμψας ἐν τῷ ὄρει, πάλαι τῷ τῶν Ἀμώμων, Χριστῷ εὐαρεστήσας ὀσίως• νῦν δέ τήν ἁγίαν σου Μονήν, ἁγιάζεις τοῖς
ἁγίοις Λειψάνοις σου, Ἐφραίμ ἐν σοῖ χορεύουσαν καί βοώσαν σοί εὐφροσύνως•
Χαῖρε, ὁ λύχνος τῆς ἠσυχίας• χαῖρε, ὁ τύπος τῆς ἐγκρατείας.
Χαῖρε, ὁ εὐφράνας πιστῶν τήν διανοιαν• χαῖρε, ὁ αἰσχύνας ἀπίστων τήν ἄνοιαν.
Χαῖρε, ὁ φοινίξας αἵμασι τῆς ψυχῆς σου τήν στολήν• χαῖρε, ὁ σφραγίσας σκάμμασιν ἀθλητῶν τήν σήν ζωήν.
Χαῖρε, ὅτι ὑπέστης τήν ὁρμήν τῶν βαρβάρων• χαῖρε, ὅτι μετέσχες αἰδίων στεφάνων.
Χαῖρε, λαμπτήρ ὁσίας ἀσκήσεως• χαῖρε, πρηστήρ μανίας τοῦ χείρονος.
Χαῖρε, χαρά τῆς ἁγίας Μονῆς σού• χαῖρε, φωτός θησαυρός τρισηλίου.
Χαίροις Πάτερ μακάριε.
Ζάλην ἅπασαν λύων, καί χαράν πρυτανεύων, ἐπέστης τή σεμνή Ἡγουμένη καί ταύτη ἐδήλωσας σαφῶς, τίς εἰ οὐ
τά σεπτά ὀστᾶ ἀνεύρατο, ἡ δέ ἔνθους γεγονυία, τή σή ἐκφάνσει Θεῶ ἔφη•
Ἀλληλούϊα.

Ἤκουσε τῆς φωνῆς σου, καί εἶδε σέ ὁμιλοῦντα, παμμάκαρ, ἡ ὤφθης τή Ἡγουμένη σοφέ, καί ταύτη τό σόν 
ὄνομα ἐδήλωσας, καί τέλος σου τό ἅγιον• διο ἐβόας σοί τοιαύτα•
Χαῖρε, ὁ μάρτυς ἐν τοῖς Ὀσίοις• χαῖρε, ὁ ἔνδοξος ἐν Ἁγίοις.
Χαῖρε, ὁ βιώσας ζωήν τήν ἰσάγγελον• χαῖρε, ὁ τρυγήσας καρπόν τόν ἀθάνατον.
Χαῖρε, στέφος χρυσοκόλλητόν της ἁγίας σου Μονής• χαῖρε, δένδρον εὐθαλέστατον εὐκαρπίας νοητῆς.
Χαῖρε, ὁ ἐν τῷ ὄρει τῶν Ἀμώμων ἀσκήσας• χαῖρε, ὁ δί ἀγάπην τοῦ Σωτῆρος ἀθλήσας.
Χαῖρε, ἐχθροῦ πατήσας τήν δύναμιν• χαῖρε, Χριστοῦ πλουτήσας τήν ἔλαμψιν.
Χαῖρε, ψυχῶν ὁ καθαίρων τόν ρύπον• χαῖρε, πιστῶν ὁ εὐφραίνων τόν δῆμον.
Χαίροις Πάτερ μακάριε.
Θαύμασι παραδόξοις, καί πολλαῖς ἐμφανείαις, κάτ ὄναρ καί κάθ ὕπαρ ποικίλως, τήν σήν δόξαν πάσι φανεροῖς, 
ἤν ἐκ Θεοῦ πάλαι ἐκτήσω Ἅγιε• διο τήν σήν λαμπρότητα, θαυμάζοντες Θεῶ βοώμεν•
Ἀλληλούϊα.

Ἴασιν ἀναβλύζει, καί χαράν καί ὑγείαν, ἡ θήκη τῶν ἁγίων ὀστῶν σου, τοῖς προσιούσι τή σή Μονή καί ζητούσιν
Ἐφραίμ τήν σήν βοήθειαν• ἔνθεν οἱ τῆς σῆς χάριτος, τρυφῶντες πιστῶς βοώσι•
Χαῖρε, ἡ βρύσις τῶν ἰαμάτων, χαῖρε ἡ λύσις τῶν νοσημάτων. χριστιανος.gr
Χαῖρε, ὁ κάτ ὄναρ καί ὕπαρ φαινόμενος• χαῖρε, ὁ κινδύνων παντοίων ρυόμενος.
Χαῖρε, ὅτι τούς καλοῦντας σέ ἁγιάζεις μυστικώς• χαῖρε, ὅτι τούς ὁρώντας σέ ἐπευφραίνεις θαυμαστῶς.
Χαῖρε, ὁ θεραπεύων τά ἀνίατα πάθη• χαῖρε, ὁ ἀπελαύνων τῶν δαιμόνων τά ἄχθη.
Χαῖρε, ὁ ὀφθεῖς πολλοῖς ὡς ἠθέλησας• χαῖρε, ὁ διδούς χαράν οὖς ἐπέλεξας.
Χαῖρε, σκηνῆς οὐρανίου οἰκήτωρ• χαῖρε, ἠμῶν θερμός ἀντιλήπτωρ.
Χαίροις Πάτερ μακάριε.
Κήρυκες γεγονότες, τῶν πολλῶν σου θαυμάτων, οἱ τῆς σῆς τυχόντες εὐποιΐας, πιστῶν ἐπτέρωσαν τάς ψυχάς•
ἔνθεν πλεῖστοι τή Μονή σου προστρέχουσι, καί δρέπονται τήν χάριν σου, ἐκ τῶν Λειψάνων σου βοώντες•
Ἀλληλούϊα.

Λάμπων ὡς ἄλλος λύχνος, οὐρανόφωνος ὤφθης, ἐν ὄρει τῶν Ἀμώμων ἀρτίως γνωσθεῖς τή Ἐκκλησία Χριστοῦ,
τή ἐκκαλύψει τῶν θείων Λειψάνων σου, ὁ πρώην τελῶν ἄγνωστος, καί πάντας συγκινεῖς βοάν σοί•
Χαῖρε, ἡ στήλη ὁσίων πόνων• χαῖρε, τό κλῆμα ἐνθέων νόμων.
Χαῖρε, ἑωσφόρος Χριστοῦ ὁ νεοφωτος• χαῖρε, Ἐκκλησίας κρηπίς ἡ νεότευκτος.
Χαῖρε, τύπος ἐνθεότατος ἀρετῶν ἀσκητικών• χαῖρε, πέτρα ἡ στερέμνιος ἄθλων τῶν μαρτυρικῶν.
Χαῖρε, ὅτι νομίμως τοῖς τυράννοις ἀντέστης• χαῖρε, ὅτι ἐνδόξως τῷ Κυρίω μετέστης.
Χαῖρε, Χριστοῦ ὁρῶν τήν λαμπρότητα• χαῖρε, αὐτοῦ ὑμνῶν τήν χρηστότητα.
Χαῖρε, ψυχῆς τήν ἀνδρείαν ἐκφαίνων• χαῖρε, ἐχθρῶν τήν μανίαν ἐκτρέπων. χριστιανος.gr
Χαίροις Πάτερ μακάριε.
Μένων ἐγκεκρυμμένος, ἐν ἐτῶν περιόδοις, πολλῶν ὑπό τήν γῆν θεοφόρε, ἀρτίως εὐδοκία Θεοῦ, ἐγνώσθης
ἠμίν ὡς θησαυρός ἅγιος, Ἐφραίμ καί τή σή χάριτι, πλουτίζεις τούς Χριστῷ βοώντας•
Ἀλληλούϊα.



Νέος ἥλιος ὤφθης, τή Χριστοῦ Ἐκκλησία, ἐκλάμπων τῶν θαυμάτων ἀκτίσι, καί λύεις τήν νύκτα τῶν παθῶν,
τῶν προσιόντων θερμῶς τή πρεσβεία σου. Ἀλλά καί ἠμίν Ὅσιε ἀεί βοώσι•
Χαῖρε, ὁ βότρυς τῆς εὐφροσύνης• χαῖρε, ὁ λύτης τῆς ἀφροσύνης.
Χαῖρε, τῶν νοσούντων θεοσδοτος ἴασις• χαῖρε, τῶν ποικίλως πασχόντων ἡ λύτρωσις.
Χαῖρε, ἄνερ θεοφόρητε τῶν Ὁσίων μιμητά• χαῖρε, Μάρτυς τοῦ Παντάνακτος καί θεοφρον ἀθλητά.
Χαῖρε, ὁ τή ἀσκήσει τήν ἄθλησιν συνάψας• χαῖρε, ὁ ἐν τή δόξη τή ἄνωθεν ἐκλάμψας.
Χαῖρε, παθῶν ὁ λύων τήν ζόφωσιν• χαῖρε, καλῶν ὁ φαίνων τήν ὄνησιν.
Χαῖρε, ὀφρύν τῶν βαρβάρων πατήσας• χαῖρε, στερρῶς τόν ἀγώνα ἀνύσας.
Χαίροις Πάτερ μακάριε.
Ξένη πέλει ἡ χάρις, ἤν παρέχεις παμμάκαρ τοῖς ἐπικαλουμένοις σέ πάσιν• ἔνθεν εἰς πάσαν τήν Ἀττικήν,
ὁ τῶν θαυμάτων σου φθόγγος ἐξέδραμε, καί πάντες τοῖς Λειψάνοις σου, προστρέχουσι Θεῶ βοώντες•
Ἀλληλούϊα.

Ὅλος λελαμπρυσμένος, θεϊκαῖς ἀγλαΐαις, ἐφίστασαι τή θεία Μονή σου, καί φαίνη διαφόρω μορφή τοῖς καθαροῖς
τή καρδία ἐν Πνεύματι, καί νέμεις χάριν ἄφθονον, τοῖς πόθω σοῖ βοώσι•
Χαῖρε, τό κλέος τῶν μοναζόντων• χαῖρε, ὁ στύλος τῶν ὀρθοδόξων.
Χαῖρε, τῆς ἀΰλου εὐκλείας θησαύρισμα• χαῖρε, τῆς ἐξ ὕψους σοφίας ἐναύλισμα.
Χαῖρε, ἄρωμα οὐράνιον χάριτος τῆς θεϊκής• χαῖρε, μύρον πολυσύνθετον ἀγωγῆς ἀσκητικῆς.
Χαῖρε, ἅγιον θύμα δί ἀθλήσεως θείας• χαῖρε, σφάγιον θεῖον τῆς βαρβάρων μανίας.
Χαῖρε, ζωῆς ὁσίας ὀσφράδιον• χαῖρε, ἠθῶν ἀμέμπτων κινάμωμον. χριστιανος.gr
Χαῖρε, ἀστήρ ἐν τῷ ὄρει Ἀμώμων• χαῖρε, κανών πρακτικός μονοτρόπων.
Χαίροις Πάτερ μακάριε.
Παραλύτους συσφίγγεις, δαιμονώντας ἰᾶσαι, καί πλήθη τά δυσίατα παύεις• ἐντεῦθεν Ἀθηναίων πληθύς,
καί Πειραιεῖς καί περιχώρων ὅμιλοι, τή σή Μονή Πάτερ σπεύδουσιν, ὑμνοῦντες σέ καί βοώντες•
Ἀλληλούϊα.

Ρημάτων σου τῶν θείων, ὡς σέ εἶδεν, ἐκλάμποντα ἐν δόξη ἀΰλω ἡ εὐσεβής νεάνις σοφέ, καί τήν σήν
προστασίαν ὠμολόγησεν, ἤν παρέχεις τή σή μονή βοῶσι σοί τοιαύτα•
Χαῖρε, Ὁσίων καύχημα νέων χαῖρε• Μαρτύρων εὔκλειαν φέρων.
Χαῖρε, τῆς Μονῆς σου προστάτης ἀκοίμητος• χαῖρε, τῶν ἁγίων Ἀγγέλων ὁ σύσκηνος.
Χαῖρε, ὅτι ἐθεράπευσας ἀσθενοῦντας χαλεπώς• χαῖρε, ὅτι τόν παράλυτον ἠνόρθωσας θαυμαστῶς.
Χαῖρε, κεφαλαλγίας διαλύσας τό βάρος• χαῖρε, τοῦ διαβήτου καταπαύσας τό πάθος.
Χαῖρε, Θεοῦ χαρίτων κειμήλιον• χαῖρε, πιστῶν διάδημα τίμιον.
Χαῖρε, Ἐφραίμ ἀσκητῶν ὡραιότης• χαῖρε, εἰκών μοναστῶν καί λαμπρότης.
Χαίροις Πάτερ μακάριε.
Σέ, ὀράσει ἁγία καί κάτ ὄναρ καί ὕπαρ, ἐν τή σή μάνδρα περιπολοῦντα, κατεῖδον μονάστριαι σεμναί,
καί εὐφροσύνης πολλῆς ἐπληρώθησαν, προστάτην σέ κηρύττουσαι, καί τῷ Θεῶ ὁμού βοώσαι•
Ἀλληλούϊα.

Τό οὐράνιον μύρον, τή ψυχή θησαυρίσας, εὐφραίνεις τῶν πιστῶν τάς καρδίας, καί εὐωδία μυρεψική
τῶν σεπτῶν σου λειψάνων ποιεῖς λάρνακα, ἀρωματίζειν Ἅγιε, τούς εὐλαβῶς σοί ἐκβοώντας•
Χαῖρε, τῆς χάριτος μυροθήκη• χαῖρε, τῆς μάνδρας σου ἔνθεος σκέπη. χριστιανος.gr
Χαῖρε, ἀφθαρσίας εὐώδης παραδεισος• χαῖρε, ἀπαθείας ἁγίας κυπάρισσος.
Χαῖρε, ὅτι καταβέβληκας τόν ἀντίπαλον ἐχθρόν• χαῖρε, ὅτι ἐμεγάλυνας τοῖς σοῖς πόνοις τόν Χριστόν.
Χαῖρε, ὁ ὑπό χθόνα πλεῖστα ἔτη τελέσας• χαῖρε, ὁ θεία νεύσει ἐκ τῆς γής ἀναλάμψας.
Χαῖρε, ψυχῶν καθαίρων τούς μώλωπας• χαῖρε, δεινῶν ἐκκαίνων τούς σκόλοπας.
Χαῖρε, ἀεί τάς ἰάσεις παρέχων• χαῖρε, ἠμῶν ἀεί προστατεύων.
Χαίροις Πάτερ μακάριε.
Ὕμνησαν τόν Σωτήρα, τή εὐρέσει θεοφρον, τῶν θείων καί πανσέπτων ὀστῶν σου, εὐσεβῶν οἱ δῆμοι
πανδημεῖ, ὅτι ταῦτα ἀσινή διετήρησεν, ὑπό τήν γῆν χρόνοις πλείοσιν, ἅ τιμῶντες Ἐφραίμ βοώμεν•
Ἀλληλούϊα.

Φύλαττε τήν Μονήν σου ἀπό πάσης ἀνάγκης, τή σῆ πρός τόν Σωτήρα πρεσβεία, καί δίδου ταύτη πάτερ Ἐφραίμ,
τά τῆς εὐλογίας τῆς σῆς δωρήματα• ἰδού γάρ τή σῆ χάριτι, προστρέχει ἀεί ἐκβοώσα•
Χαῖρε, ἠμῶν τό ἄρρηκτον τείχος• χαῖρε, πιστῶν ἀτίνακτος πύργος.
Χαῖρε, τῆς Μονῆς σου φρουρός ἀσφαλέστατος• χαῖρε, τῶν τεκνίων σου φύλαξ καί ἔφορος.
Χαῖρε, στήριγμα θεοσδοτον εὐλαβῶν μοναζουσών• χαῖρε, καύχημα οὐράνιον τῶν πιστῶν ἀσκητριῶν.
Χαῖρε, ὅτι βραβεύεις τοῖς πιστοῖς τάς αἰτήσεις• χαῖρε, ὅτι προσδέχη σῶν υἱῶν τάς δεήσεις.
Χαῖρε, ἠμίν ἐκφαίνων τά κρείττονα• χαῖρε, ἀεί ἐκτρέπων τά χείρονα. χριστιανος.gr
Χαῖρε, Χριστῷ ὑπέρ πάντων πρεσβεύων• χαῖρε, παθῶν τήν ἐνέργειαν φλέγων.
Χαίροις Πάτερ μακάριε.
Χάριτας ἀναβλύζεις, καί πολλήν εὐφροσύνην, καί θείαν ἀγαλλίασιν Πάτερ, καί εὐφραίνει ἠμῶν τάς ψυχᾶς,
καί καθαγιάζει ὁμού τά σώματα, ἡ θήκη τῶν λειψάνων σου, τῶν ἐκβοώντων τή Τριάδι•
Ἀλληλούϊα.

Ψάλλοντες ἐν αἰνέσει, τούς ἀγῶνάς σου Πάτερ, ὑμνοῦμεν τήν δοθεῖσαν σοί χάριν καί παρεστῶτες τή σή σορῶ,
τήν προστασίαν σου ἐπιβιώμεθα, ἤν δίδου ἠμίν Ἅγιε, ὡς ἄν ἀεί σοί ἐκβοώμεν•
Χαῖρε, ἰσότιμος τῶν Ὀσίων• χαῖρε, συνόμιλος τῶν Μαρτύρων.
Χαῖρε, ἀϊδίων στεφάνων ὁ μετοχος• χαῖρε, τρισηλίου ἐλάμψεως ἔμπλεως.
Χαῖρε, γέρας πολυτίμητον τῆς ἁγίας σου Μονής• χαῖρε, θέμεθλος νεόδμητος Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε, ὁ κατευφράνας τῶν πιστῶν τάς χορείας• χαῖρε, ὁ ἀναφήνας ἀναβάσεις ἁγίας.
Χαῖρε, δί οὗ ἀνίας ρυσθήσομαι• χαῖρε, δί οὗ παθῶν ἰαθήσομαι.
Χαῖρε, πιστῶν πρός Χριστόν ὁ μεσίτης• χαῖρε, καμού ἐν ταῖς θλίψεσι ρύστης.
Χαίροις Πάτερ μακάριε.
Ὤ τρισόλβιε πάτερ, Ἐφραίμ Ὁσιομάρτυς, τῶν πάλαι Ἁγίων συμπολίτα (ἐκ γ'), σύν αὐτοῖς δυσώπει τόν Χριστόν,
ὡς ἄν ποικίλων ρυόμεθα θλίψεων, καί ζωῆς τῆς μελλούσης τύχωμεν οἱ τῷ Θεῶ βοώντες•
Ἀλληλούϊα.

Καί αὔθις τό Κοντάκιον. Ἦχος πλ. δ΄. Τή ὑπερμάχω
Ὥσπερ ἀστήρ νεοφανῆς ἠμίν ἀνέτειλας, τή φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καί θαυμάτων ταῖς ἀκτίσι πάσιν ἐκλάμπεις. 
Ἀλλά πλήρου τά αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοί προσιόντων Ἐφραίμ Ἅγιε, καί βοώντων σοί• χαίροις Πάτερ μακάριε.

Δίστιχον
Ἐφραίμ χαράν δίδου μοί τήν οὐρανίαν Γερασίμω χαῖρε σοί ἀναβοώντι.

_________________


Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασάμενη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν, εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ Ἀθληφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου