Gold Cross

Τρίτη, 26 Αυγούστου 2014

Παρακλητικός κανών εις τον άγιο Μεγαλομάρτυρα ΦΑΝΟΥΡΙΟ

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν 
καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. 
(τρεῖς φορές)

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός 
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.


Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ 
δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ 
ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς 
χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς 
καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου• ἐξελού 
μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ 
ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας 
τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.


Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τῷ τοῦ Σωτῆρος εὐκλεεῖ ἀθλοφόρω, καί τῶν Ροδίων ἀκραιφνεῖ πολιούχω, ἀπό ψυχῆς προσπέσωμεν κραυγάζοντες  Ἅγιε Φανούριε, ἀπό πάσης ἀνάγκης, λύτρωσαι τούς δούλους 
σου, τούς τιμώντας σέ πόθω, σύ γάρ θεόθεν δέδοσαι ἠμίν, θεῖος προστάτης, καί φύλαξ σωτήριος.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι  εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν 
ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού  σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν. 


Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας 
μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς 
ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά 
κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, 
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί 
πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ 
σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας 
μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα 

οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί 
οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.


Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Φωνῆς στεναγμοῦ μου ὡς συμπαθής, Φανούριε μάρτυς, ἐνωτίσθητι εὐμενῶς, καί λύσον παθῶν τήν καταιγίδα, τήν ἐπελθοῦσαν δεινῶς τή καρδία μου.
Ρανίσι τῶν θείων σου πρεσβειῶν, ψυχῆς μου τά ἕλκη, ἐναπόπλυνον ἀθλητά, καί σβέσον τοῦ σώματος τήν νόσον, ταῖς ἐπομβρίαις τῆς σῆς ἀντιλήψεως.
Ὁλόσωμον δέδεγμαι τήν πληγήν, ἐχθροῦ ταῖς βολίσι, καί νενέκρωμαι τήν ψυχήν, σύ οὔν θεραπεύεις μέ μάρτυς, πρός ζωηφόρους ὁδούς κατευθύνων μέ.
Ὑπάρχων ἀναπλεως φωτισμοῦ, Φανούριε μάρτυς, ὡς διάκονος τοῦ φωτός, νοός μου ἀπέλασον τό σκότος, καί ἀρετῶν τῷ φωτί μέ καταύγασον.


Θεοτοκίον.
Ρημάτων ἐξεπλήρωσας νομικῶν, ὠράθης Παρθένε, ὡς γεννήσασα τόν Θεόν, τόν πάλαι λαλήσαντα ἐν νόμω, δί’ αἰνιγμάτων καί τύπων Πανάμωμε.
Ὠδή γ΄. Οὐρανίας ἁψίδος.
Ἐμπεσῶν τῷ πελάγει, τῶν πειρασμῶν ἔνδοξε, τῷ τῆς ἀπώλειας πυθμένι, ἤδη καθέλκομαι, σύ μέ κυβέρνησον, πρός σωτηρίας λιμένα, οἴα κυβερνήτης μου, σοφέ πανάριστος.
Ἱλασμός γενηθήτω, καί τῶν κακῶν λύτρωσις, ἡ μαρτυρική σου πρεσβεία, μάρτυς Φανούριε, τοῖς προσιούσι σοί, καί ὁλικῶς ἀφορῶσι, πρός τήν ὀξυτάτην σου, μάκαρ προμήθειαν.
Μαρτυρίου τήν τρῖβον, πανευκλεῶς ὤδευσας, ὅθεν πρός ὁδόν μαρτυρίου, τοῦ σέ δοξάσαντος, καμέ ὁδήγησον, τόν ἐν αἱρέσεσι μάρτυς, πάσης παραβάσεως, περιπλανώμενον.


Θεοτοκίον.
Ἐπουράνιε πύλη, δί’ ἤς ἠμίν ἔλαμψεν, ὁ Δημιουργός τῶν ἁπάντων, καθάπερ ἄνθρωπος, πύλας μοί ἀνοιξον, τῆς ἀληθοῦς μετανοίας, καί πυλῶν μέ λύτρωσαι, τοῦ ἅδου Δέσποινα. χριστιανος.gr
Διασωσον ἀπό κινδύνων τούς δούλους σου Ἀθλοφόρε, ὅτι πάντες τή σή πρεσβεία προστρέχομεν, ἴνα ρυσθῶμεν Φανούριε πάσης βλάβης.
Ἐπιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θέρμη.

Πλεόντων σωτήρ, ἀδικούμενων σύμμαχος, πενθούντων χαρά, καί αἰχμαλώτων λύτρωσις, δεικνύμενος Φανούριε, ὡς ταχύς ὀρθοδόξων ἐπίκουρος, μή διαλίπης ἀτρώτους τηρεῖν, 
ἐκ τῶν βελῶν τοῦ ἀλάστορος τούς δούλους σου.

Ὠδή δ΄. Εἰσακήκοα, Κύριε.
Τήν λιθώδη καρδίαν μου, καί πεπωρωμένην ψυχήν κατανυξον, ὁ τῶν λίθων τά προσκρούσματα, μάρτυς ὑπομείνας ὥσπερ ἄσαρκος.
Ἀναβλύζεις ἑκάστοτε, τά τῶν ἰαμάτων θεία χαρίσματα, τοῖς προστρέχουσι τή σκέπη σου, καί τῶν νοσημάτων ἐξαίρεις καύσωνα.
Ἰατήριον ἄμισθον, τοῖς ἐν ἀσθενείαις γενού Φανούριε, καί τοῖς πάσχουσιν ἀντίληψις, καί τοῖς αἰχμαλώτοις ἀπολύτρωσις.
Σωτηρίας ἱμάτιον, ἐν τή ἀπεκδύσει σαρκός ἠμφίεσαι, ὅθεν ἔνδυσον Φανούριε, τήν γεγυμνωμένην ψυχήν μου χάριτι.


Θεοτοκίον.
Στάμνος ἔμψυχος πέφηνας, τῆς ζωῆς τό μάννα κόσμω πηγάσασα, τόν ζωώσαντα τόν ἄνθρωπον, καί τήν ἁμαρτίαν θανατώσαντα.
Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.

Ἄνωθεν ἠμᾶς, ἐποπτεύεις ἐκλυτρούμενος, ἐκ παντοίων ἀναγκῶν καί συμφορῶν, τούς ἐν πίστει εὐφημούντας σέ Φανούριε.
Ἰλέων ἠμίν, τή ἐνθέρμω μεσιτεία σου, τοῦ ἐλέους ἀθλητά τόν θελητήν, ἀπεργάζου τοῖς ἀφρόνως ἁμαρτάνουσι.
Σώματος πληγᾶς, ἐνεγκῶν στερρῶς Φανούριε, ἰατρεύεις τῶν σωμάτων καί ψυχῶν, ἀρρωστίας καί ὀδύνας θείω Πνεύματι.


Θεοτοκίον.
Φέγγος ἀστραπῆς, τοῦ υἱοῦ σου Κόρη ἔλαμψε, τούς ἐν σκότει καθημένους καί σκιά, καί ζωῆς τάς φωταυγείας ἐδωρήσατο.

Ὠδῆς΄. Τήν δέησιν ἐκχεῶ.
Ἀναγκάς σού τῆς ψυχῆς τόν ἔρωτα, ὡς λαμπάδα πρός Χριστόν ἀθλοφόρε, καταναλίσκεις τῆς πλάνης τήν ὕλην, καί καταθάλπεις πιστῶν τά φρονήματα, διό καταφλεξον καμού, 
τά σαθρά καί γεώδη νοήματα.
Νεκρώσεως τῷ καρπῶ ἐζώγρημαι, καί τοῦ θείου ἀπερρίφθην νυμφῶνος, τά τῆς φθορᾶς περικείμενος φύλλα, καί τοῦ θανάτου προφέρων τήν ἄκανθαν, σύ οὔν μέ ζώωσον σοφέ, 
καί τῆς πρώην μέ δόξης ἀξίωσον.
Ὁλόκληρον σεαυτόν προσήγαγες, τῷ Δεσπότη προσφοράν καί θυσίαν, ὅθεν καμέ ἐνδυνάμωσον μάρτυς, αὐτῶ λατρεῦσαι ὁσίως Φανούριε, καί θύσαι τούτω καθαρῶς, καθαρᾶς 
πολιτείας ἀκρότητα.


Θεοτοκίον.
Ὑψαύχενα δυσμενῆ ὑποτάξον, ταῖς ποσίν ἠμῶν Πανάμωμε Κόρη, ἡ τήν πεσοῦσαν ὑψώσασα φύσιν, τή ὑψηλή καί ἀρρήτω κυήσει σου, καί ταπεινώσασα ἐχθροῦ, ἐπηρμένου 
μετέωρον φρόνημα.
Διασωσον ἀπό κινδύνων τούς δούλους σου ἀθλοφόρε, ὅτι πάντες τή σή πρεσβεία προστρέχομεν, ἴνα ρυσθῶμεν Φανούριε πάσης βλάβης.
Ἄχραντε, ἡ διάλογου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.

Ὑπερήφανον ὄμμα κατέβαλες, τή γενναία ἀθλήσει σου ἔνδοξε, ἐξ οὗ ἁπάλλαξον καί ἠμᾶς, τῆς ἐνεργείας Ἀθλητά, ἴνα ἠσύχιον ζωήν, ἐν ὁμονοία ἀγαστή, οἱ βοῶντες διαγωμεν, 
πλήρωσον τάς αἰτήσεις, καί ἔμπλησον εὐφροσύνης, τούς προσιόντας σοί πιστῶς, ὤ Φανούριε πανθαύμαστε.

Εἴτα οἱ Ἀναβαθμοί. Τό ἅ΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Ἐκ νεότητός μου, πολλά πολεμεῖ μέ πάθη, ἀλλ’ αὐτός ἀντιλαβού, καί σῶσον, Σωτήρ μου.
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπό τοῦ Κυρίου  ὡς χόρτος γάρ πυρί ἔσεσθε ἀπεξηραμένοι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἁγίω Πνεύματι, πάσα ψυχή ζωοῦται, καί καθάρσει ὑψοῦται, λαμπρύνεται, τή τριαδική Μονάδι ἱεροκρυφίως.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἁγίω Πνεύματι, ἀναβλύζει τά τῆς χάριτος ρεῖθρα, ἀρδεύοντα ἅπασαν τήν κτίσιν πρός ζωογονίαν.


Zoom in (real dimensions: 528 x 742)

Καί εὐθύς τό Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκω Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἑξανθήσουσιν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον (ἰ΄ 32-36 καί ἴα΄ 1).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς• πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοί ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω καγῶ ἐν αὐτῶ ἔμπροσθέν του Πατρός μου τοῦ ἐν οὐρανοῖς  ὅστις 
δ’ ἄν ἀρνήσηται μέ ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτόν καγῶ ἔμπροσθέν του Πατρός μου τοῦ ἐν οὐρανοῖς. Μή νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην, ἀλλά μάχαιραν. 
Ἦλθον γάρ διχᾶσαι ἄνθρωπον κατά τοῦ πατρός αὐτοῦ, καί θυγατέρα κατά τῆς μητρός αὐτῆς, καί νύμφην κατά τῆς πενθερᾶς αὐτῆς  καί ἐχθροί του ἀνθρώπου οἱ οἰκιακοί αὐτοῦ 
καί ἐγένετο, ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα Μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν, τοῦ διδάσκειν καί κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος. Ἐλεῆμον, ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.

Καί τό Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ρόδον ὡς μυρίπνοον, καί θησαυρός ζωηφόρος, ἐν Ρόδω κρυπτόμενος, μάρτυς πεφανέρωσαι τοῖς ἰκέταις σου, καί ζωῆς ἔμπνευσας, τάς ὀσμᾶς ἐν κόσμω, καί ὀσμήν θανάτου 
ἤλασας, καί ἀπεδίωξας, τάς δυσώδεις νόσους Φανούριε, ὧν πέρ τῆς λύμης λύτρωσαι, τούς σοί προσιόντας ἐκ πίστεως, πάσης ἐπήρειας, καί βλάβης καί μανίας ἀπηνοῦς, 
διαφυλάττων μακάριε, τούς προσκαλούμενους σέ.

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ 
ἠμᾶς τά ἐλέη σου τά πλούσια  πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας  δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ• προστασίαις τῶν 
τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων  ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου  τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• 
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί 
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν  τῶν ἁγίων ἐνδόξων 
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων 
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου Μεγαλομάρτυρα Φανουρίου, 
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.


Ὠδή ζ΄. Παῖδες Ἑβραίων.
Ρείθροις τῶν θείων σου θαυμάτων, ἀποξήρανον βυθόν τῶν παθημάτων, καί πρός ὕδωρ τροφῆς, ἐξ αὐχμηρᾶς ἐρήμου, ὁδήγησον Φανούριε, τούς πιστῶς σέ ἀνυμνοῦντας.
Ἴδοιμι ὥρα τῆς ἀνάγκης, σέ συλλήπτορα καί θεῖον ἀρωγόν μου, τά λυποῦντα ταχύ, σκεδάζοντα παμμάκαρ, καί θείαν μοί δωρούμενον, λύτρωσιν καί εὐφροσύνην.
Ἔλαμψας μάρτυς ἐν τή Ρόδω, ὡς νεοφωτον καί φωτοφόρον ἄστρον, ἰαμάτων αὐγᾶς, καί φέγγος χαρισμάτων, ἀστράπτον τοῖς καθεύδουσιν, ἐν τῷ σκότει τῆς ἀπάτης.

Θεοτοκίον.
Πίον καί σύσκιον ὠράθης, καί ἀλάξευτον καί φωτοφόρον ὅρος, οἶς ἐν τύποις ποτέ, ἐλάλησεν ὁ λόγος, ὧν βλέποντες τήν ἔκτασιν, εὐφημοῦμεν σέ Παρθένε.

Ὠδή ἡ΄. Τόν ἐν ὄρει ἁγίω.
Ρυπτική σου πρεσβεία ἐκκαθαίρεις, τῶν ψυχῶν τάς οὐλᾶς, καί καρδιῶν τά βάρη, καί ἀλγηδόνας παύεις τάς τοῦ σώματος, καί βραβεύεις πάσι, κατ’ ἄμφω εὐρωστίαν, Φανούριε θεοφρον.
Ἐν καμίνω βληθεῖς οὐ κατεφλέχθης, τῆς ζωῆς γάρ ὡς πῦρ, ἐκέκτησο τό ὕδωρ, ἀλλά καμού καταφλεξον Φανούριε, τάς δεινάς προλήψεις καί τάς ἐνθυμήσεις, ὥσπερ ἀγροῦ καλάμην.
Στρατευθεῖς τῷ καλέσαντι σέ λόγω, ἠγωνίσω λαμπρῶς, κατά τῆς ἀνομίας, ὅθεν κάμε τῆς κλήσεως ἡ κέκλημαι, ἄξιον ἐργάτην, ἀναδεῖξον παμμάκαρ, εὐχαίς σου εὐπροσδέκτοις.


Θεοτοκίον.
Βασιλείας οἰκήτορα μέ δεῖξον, τῆς ἀλήκτου Ἁγνή, ὡς τέξασα ἀσπόρως, τόν βασιλέα πάντων καί δεσπόζοντα, οὐ ἡ βασιλεία, βασιλείας πύλη, ἁπάντων τῶν αἰώνων.
Ὠδή θ΄. Ἐξέστη ἐπί τούτω.

Ἐλαίω τῶν ἀγώνων σου ἀθλητά, ἰλαρύνεις ἠμῶν τήν διάνοιαν, καί ψυχικά, ἕλκη τέ καί μώλωπας χαλεπούς, ἀνακαθαίρεις πάντοτε, καί τά τῶν σωμάτων ὀδυνηρά, νοσήματα ἰᾶσαι, 
ὡς χάριν κεκτημένος, παρά Θεοῦ μάρτυς Φανούριε.
Ἰσχύϊ ἀριστεύσας παντουργική, τοῦ ἐχθροῦ εἰς ἀνίσχυρον φρύαγμα, τό καθ’ ἠμῶν, σβέσον ἀθλοφόρε ὁλοσχερῶς, καί σθένος καί κραταίωμα, καί ἰσχύος πύργος διαπαντός, γενοῦ 
τοῖς σοῖς ἰκέταις, Φανούριε παμμάκαρ, τῶν ἀθλοφόρων ἐγκαλλώπισμα.
Ἀκοίμητος προστάτης καί ἀρωγός, ἀντιλήπτωρ γενού καί ὑπέρμαχος, καί βοηθός, τοῖς προσκαλουμένοις εἰλικρινῶς, τό ἱερόν σου ὄνομα, μάρτυς ἀθλοφόρε θαυματουργέ, ἐξ ἔριδος 
καί φθόνου, ἀπάτης τέ καί δόλου, ἠμᾶς ρυόμενος Φανούριε.
Ἰλύος καμέ ὕψωσον ἐμπαθοῦς, καί πίκρας συνήθειας Φανούριε, ἡ ἐκ παιδός, εἴκων ἐγεώργησα τούς καρπούς, τῆς ἁμαρτίας ἅγιε, ψυχή τέ καί σώματι ρυπωθεῖς, μή μέ παρίδης 
μάρτυς, σύ γάρ τῶν ἐν ἀναγκαις, ὁ ἐτοιμότατος ἐπίκουρος.

Θεοτοκίον.
Σκηνή ἡ πολυώνυμός του Θεοῦ, ἡ περιδοξος πόλις τοῦ Κτίσαντος, ἐν ἡ Χριστός, εἴργασται θαυμάσια φοβερά, τόν γάρ Ἀδάμ ἀνέλαβε, τοῦτον ἀναπλάσας ἐκ τῆς ἀρᾶς, σύ εἰ Παρθένο 
μῆτορ, διό μή στερηθείην, τῆς προστασίας σου ὁ ἄθλιος.
Ἄξιον ἔστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν  τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως 
τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.
Τήν ὑψηλοτέραν τῶν οὐρανῶν, καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην ἠμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.


Καί τά Μεγαλυνάρια.
Χαίροις τῶν μαρτύρων ἡ καλλονή, καί τῶν ἰαμάτων ὁ χειμάρρους ὁ δαψιλής, χαίροις τῶν Ροδίων, ὁ μέγας πολιοῦχος, Φανούριε ἀξίως ἀντιδεδόξασαι.
Τίς τῶν πληγμάτων σου τήν πληθύν, ἐξείπη ἀξίως, καί τῶν πόνων τό καρτερόν; Σύ γάρ τῶν βασάνων, τά εἴδη καθυπέστης, ὡς ἄσαρκος νεκρώσας τόν παναλάστορα.
Ὡς ἄστρον ἐν Ρόδω ἀρτιφανές, Φανούριε ὤφθης, εἰ καί ἤθλησας πρό πολλοῦ, καί καταφωτίζεις πιστῶν τάς διανοίας, βολαῖς τῶν σῶν ἀπείρων θαυμάτων ἔνδοξε.
Πυρός ἀκμαιότερος ἀληθῶς, καί σιδήρου μάρτυς, εὐτονώτερος ὀραθεῖς, τήν οἰκονομίαν ἐτράνωσας τοῦ λόγου, τοῖς ἔργοις βεβαιώσας ὁ ἀνεκήρυξας.
Πάντας τούς προστρέχοντας εὐλαβῶς, τῷ σεπτῶ ναῶ σου, καί αἰτοῦντας ἀπό ψυχῆς, λύσιν ὀφλημάτων, καί ρῶσιν καί ὑγείαν, μή παύση ἐποπτεύων, παραμυθούμενος.
Χαίροις τῶν μαρτύρων ἡ καλλονή, χαίροις τῶν θαυμάτων ὁ ἀκένωτος θησαυρός, χαίροις αἰχμαλώτων ὁ ρύστης καί προστάτης, Φανούριε τρισμάκαρ, Ροδίων καύχημα.
Ὤφθης ἀθλοφόρος καί νικητής, Φανούριε μάρτυς καί ἀήττητος βοηθός, θεραπεύων νόσους ψυχῶν τέ καί σωμάτων, τῶν ἐπικαλουμένων, τήν σήν βοήθειαν.
Ἀθλητά πανάριστέ του Χριστοῦ, σύ τάς τῶν τυράννων κατεφρόνησας ἀπειλᾶς• ὅθεν καί μυρίας ὑπέμεινας βασάνους, ἐν μέσω τοῦ σταδίου, μάρτυς Φανούριε.
Γενναίως ὑπήνεγκας τάς πληγᾶς, φρικτᾶς τέ κολάσεις καί βασάνους ὑπέρ Χριστοῦ• διό σου ἡ κάρα ἐδέξατο ἐξ ὕψους, τόν στέφανον τῆς νίκης, μάρτυς Φανούριε.
Τούς ἀσπαζομένους τήν σήν σεπτήν, εἰκόνα ἐν πίστει καί αἰτοῦντας σήν ἀρωγήν, μάρτυς κληρονόμους τῆς θείας Βασιλείας, Φανούριε, λιταίς σου, πάντας ἀναδεῖξον.
Χαίροις ὤ Φανούριε ἀθλητά, ὁ πάσι παρέχων, τά αἰτήματα συμπαθῶς χαίροις εὐσεβούντων, ὁ μέγας ἀντιλήπτωρ, καί πάσης Ἐκκλησίας, θεῖον ἀγλάϊσμα.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγίοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. 
(τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν 
σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.


Τροπάριον.
Ἦχος δ΄. Βασίλειον διάδημα.

Οὐράνιον ἐφύμνιον ἐν γῆ τελεῖται λαμπρῶς, ἐπίγειον πανήγυριν νῦν ἑορτάζει φαιδρῶς, ἀγγέλων πολίτευμα, ἄνωθεν ὑμνωδίαις, εὐφημούσι τούς ἄθλους, κατωθεν Ἐκκλησία, τήν 
οὐράνιον δόξαν, ἤν εὖρες πόνοις καί ἄθλοις τοῖς σοῖς, Φανούριε ἔνδοξε.


Ὁ Ἱερεύς μνημονεύει. Ἐν δέ τή Ἀπολύσει ψάλλομεν.
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου.

Ὤφθης ὥσπερ λύχνος φαεινός, μάρτυς ἐναθλήσας νομίμως, ὑπέρ Χριστοῦ τοῦ Θεοῦ, ὅθεν σου δεόμεθα, μακράν ἀπέλασον, ἐξ ἠμῶν ταῖς πρεσβείαις σου, παθῶν τήν ὁμίχλην, 
καί τῶν περιστάσεων, πικρᾶν σκοτόμαιναν, φέγγος δέ ἀνατειλον πάσι, θείας θυμηδίας καί δόξης, ἀξιομακάριστε Φανούριε.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.
Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου