Ἅγ. Ἰωάννης ὁ Δαμασκηνός
Ὅτι μέν ἐστι Θεός, ἱκανῶς ἀποδέδεικται· καὶ ὅτι ἀκατάληπτός ἐστιν ἡ Αὐτοῦ οὐσία· ὅτι δὲ εἷς ἐστὶ καὶ οὐ πολλοί, τοῖς μὲν τῇ θείᾳ πειθομένοις Γραφῇ, οὐκ ἀμφιβάλλεται· φησὶ γὰρ ὁ Κύριος ἐν τῇ τῆς νομοθεσίας ἀρχῇ· Ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἐξαγαγὼν σε ἐκ γῆς Αἰγύπτου· οὐκ ἔσονταί σοι Θεοὶ ἕτεροι πλὴν ἐμοῦ· καὶ πάλιν, ἄκουε Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ διὰ Ἠσαΐου τοῦ Προφήτου· Ἐγὼ γάρ φησί Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταύτα, καὶ πλὴν Ἐμοῦ οὐκ ἔστι θεός· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται· καὶ πλὴν Ἐμοῦ οὐκ ἔστιν· καὶ ὁ Κύριος δὲ ἐν τοῖς Εὐαγγελίοις, οὕτω φησὶ πρὸς τὸν Πατέρα· αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί Σε τὸν μόνον ἀληθινὸν Θεόν· Τοῖς δὲ τῇ θείᾳ μὴ πειθομένοις Γραφῇ, οὕτω διαλεξώμεθα.Τὸ Θεῖον τέλειόν ἐστι καὶ ἀνελλιπές, κατά γε ἀγαθότητα, κατά τε σοφίαν, κατά τε δύναμιν· ἄναρχον, ἀτελεύτητον, ἀΐδιον, ἀπερίγραπτον· καὶ ἁπλῶς εἰπεῖν, κατὰ πάντα τέλειον· εἰ οὖν πολλοὺς ἐροῦμεν θεούς, ἀνάγκη διαφορὰν ἐν τοῖς πολλοῖς θεωρεῖσθαι· εἰ γὰρ οὐδεμία διαφορὰ ἐν αὐτοῖς, εἷς μᾶλλον ἐστὶ καὶ οὐ πολλοί· εἰ δὲ διαφορὰ ἐν αὐτοῖς, ποῦ ἡ τελειότης; εἴτε γὰρ κατὰ ἀγαθότητα, εἴτε κατὰ δύναμιν, εἴτε κατὰ σοφίαν, εἴτε κατὰ χρόνον, εἴτε κατὰ τόπον, ὑστερήσει τοῦ τελείου, οὐκ ἂν εἴη θεός· ἡ δὲ διὰ πάντων ταυτότης, ἕνα μᾶλλον δείκνυσι καὶ οὐ πολλούς· πῶς δὲ καὶ πολλοῖς οὖσι τὸ ἀπερίγραπτον φυλαχθήσεται; ἔνθα γὰρ ἂν εἴη ὁ εἷς, οὐκ ἄν εἴη ὁ ἕτερος. πῶς δὲ ὑπὸ πολλῶν κυβερνηθήσεται ὁ κόσμος, καὶ οὐ διαλυθήσεται, καὶ διαφθαρήσεται, μάχης ἐν τοῖς κυβερνῶσι θεωρουμένης; ἡ γὰρ διαφορά, ἐναντίωσιν εἰσάγει· εἰ δὲ εἴποι τις· ὅτι ἕκαστος μέρους ἄρχει· τί τὸ τάξαν, καὶ τὴν διανομὴν αὐτοῖς ποιησάμενον; ἐκεῖνο γὰρ μᾶλλον ἂν εἴη Θεός· εἷς τοίνυν ἐστὶ Θεός, τέλειος, ἀπερίγραπτος, τοῦ παντὸς ποιητής, συνοχεύς τε, καὶ κυβερνήτης, ὑπερτελὴς καὶ προτέλειος· πρὸς δὲ καὶ φυσικὴ ἀνάγκη, μονάδα εἶναι, δυάδος ἀρχήν.
--------------
Ἁγίου Ἰωάννου Δαμασκηνοῦ, Περὶ Ὀρθοδόξου Πίστεως, ἐκδ. Νεκτ. Παναγόπουλος [ἐπίσης στὴν Ἑλληνικὴ Πατρολογία (Patrologiae Graecae) τοῦ Μίνιε (J.-P. Migne), Ἔκδοσις ἀκριβὴς τῆς Ὀρθοδόξου Πίστεως, PG 94,793], σ. 7.
0 σχόλια:
Δημοσίευση σχολίου