"Ο ΑΓΙΟΣ ΜΑΡΚΟΣ Ο ΕΥΓΕΝΙΚΟΣ"
«Εὐχὴ ὑπὲρ ἀπαλλαγῆς πορνικοῦ πολέμου ὡς ἐκ προσώπου γυναικός»
Δέσποτα φιλάνθρωπε, Ἰησοῦ Χριστέ, ὁ Θεὸς τῆς ἐλπίδος καὶ τῆς σωτηρίας ἡμῶν, ὁ τὸ ἀσθενὲς καὶ ὀλισθηρὸν τῆς ἡμετέρας φύσεως ἐπιστάμενος οὐχ ὡς ὑπελθὼν ἀρρήτῳ προμηθείᾳ τὸ γεῶδες φύραμα τοῦτο καὶ τὴν τοῦ δούλου μορφὴν καὶ διὰ ταύτης τῆς φρικτῆς καὶ ὑπὲρ λόγον οἰκονομίας καταγωνισάμενος τὸν ἀρχαῖον δράκοντα ἀποστάτην, τὸν καὶ τῇ Εὖᾳ τὴν πονηρὰν συμβουλὴν ὑφηγησάμενον οὐ γὰρ ἂν ἠδυνήθη πρὸς ἐκεῖνον ἡ ἐμπαθὴς λοιπὸν γενομένη φύσις, εἰ μὴ ταύτην αὐτός, ἐν τῇ πρὸς τὸ θεῖον ἀνακράσει στομώσας ὡς ἐν πυρὶ σίδηρον, εἰργάσω τῷ παλαμναίῳ. Ὁ τὴν τοιαύτην κατ΄αὐτοῦ νίκην καὶ τὰ τρόπαια παρασχών, δυνάμει μὲν «ἁπάσῃ τῇ ἀνθρωπότητι καθάπερ καὶ ζωὴν αἰώνιον καὶ ἀθανασίαν, ἐνεργείᾳ δὲ τοῖς εἰς σὲ πιστεύουσι καὶ τηροῦσι τὰς σὰς ἐντολάς, αὐτός, Κύριε, ἐπάκουσόν μου τῆς ταλαιπώρου δεομένης τῆς σῆς ἀγαθότητος καὶ ἀπόστησον ἀπ΄ἐμοῦ τὴν ἐπικειμένην ταύτην ἐπηρειαν τοῦ μιαροῦ δαιμονίου ἐντοῖς ἐμοῖς μέλεσι δυναστείαν αὐτοῦ κατάβαλε καὶ τὴν φλόγα τῆς σαρκὸς κατακοίμησον τῶν λογισμῶν τὸν κλύδωνα κατάπαυσον, καταπράϋνον, καταστόρεσον καὶ τὸ βδελυκτὸν καὶ ὀλέθριον πάθος ἀφάνισον. Οἶδα μὲν γὰρ οἶδα, Κύριε, ὡς ἐκ τῆς ἐμῆς ἀμελείας καὶ παραβάσεως τῶν σῶν ἐντολῶν, τὴν κατ΄ἐμοῦ ἰσχὺν ἔλαβεν, ἀλλὰ καὶ οὕτω διὰ μόνης τῆς σῆς παντοδυνά μου ῥοπῆς ἐλπίζω καὶ δέομαι τυχεῖν τῆς ἀπαλλαγῆς, καὶ πρὸς σὲ καταφεύγω, καὶ σὲ ἐπικαλοῦμαι τὸν ἀμνησίκακον, μὴ οὖν ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ΄ἐμοῦ, μὴ βδελύξῃ με διὰ τὰς ἀνοσίους μου πράξεις. Βοήθησον δε μου τῇ ἀσθενείᾳ καὶ μὴ λογίσῃ μοι ἐν τῷ παρόντι κινδύνῳ, τὰ παραπτώματά μου. Σὺ γὰρ εἶ ὁ προσδεξάμενος τὴν ὁμοίαν μοι πόρνην προσαπτομένην σου. Σὺ εἶ ὁ τῆς αἱμορρούσης ἁφῇ κρασπέδου θεραπεύσας τὸ πάθος. Σὺ εἶ ὁ τῆς Χαναναίας τὴν παῖδα ἐνοχλουμένην κατελεήσας. Σοὶ προσελθοῦσα ἡ ὑπὸ τοῦ σατανᾶ δεθεῖσα καὶ χαμαὶ συγκύπτουσα λέλυται καὶ ἀνώρθωται. Σὲ ἡ μακαρία παρθένος Ἰουστίνα καὶ τὴν σὴν ἄχραντον μητέρα καὶ Θεοτόκον ἐις βοήθειαν ἐπικαλουμένη, τῶν δαιμονικῶν ἐπῳδῶν καὶ τῆς ἐνεργείας λελύτρωται. Ὑπὸ σοῦ δυναμούμεναι, τὸ παλαιὸν μὲν Σωσσάνα, μετὰ δὲ τὴν χάριν Ῥιψίμη τε καὶ Θωμαΐς καὶ τυραννούμεναι τὴν σωφροσύνην ἀκήρατον διεσώσαντο, θάνατον ἑλόμεναι μᾶλλον ἢ τῷ αἰσχρῷ ἐπιδοῦναι. Τούτων εὐχαῖς καὶ πρεσβείαις καὶ τῶν λοιπῶν ἁγίων παρθενομαρτύρων, καὶ πρὸ αὐτῶν, τῆς ὑπὲρ φύσιν Ἀειπαρθένου καὶ ὑπὲρ ἔννοιαν ἀμολύντου καὶ ὑπὲρ λόγον ἡγιασμένης Μητρός σου καὶ Δεσποίνης ἡμῶν δυσωπούμενος, φύλαξόν με τῇ κραταιᾶ… σου χειρὶ καὶ ἀνάλωτον ταῖς μηχαναῖς τοῦ ἐχθροῦ ποίησον, καὶ τὸν τῆς σωφροσύνης «ἁγιασμόν, οὗ χωρίς, οὐδεὶς ὄψεται τὸ σὸν εὐμενὲς πρόσωπον, ἀνεξάλειπτόν μοι συντήρησον, καταξιῶν με καὶ τῆς μελλούσης μακαριότητος, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία. Ἀμήν.
0 σχόλια:
Δημοσίευση σχολίου