Ἡ πονηρὰ γυνὴ ἐστὶ πηγὴ κακῶν, θησαυρὸς ῥυπαρίας·
θανατηφόρος συντυχία· ὀφθαλμῶν ὄλισθος·
καρδίας λόγχη· νέων ἀπώλεια.
Ἡ πονηρὰ γυνὴ ἐστὶ ψυχῆς ὄλεθρος· σκῆπτρον ᾄδου·
κρημνώδης τόπος· ταραχὴ ἐσωτερικῆς ἀναπαύσεως· ὄφεως διαβολή.
Ἡ πονηρὰ γυνὴ ἐστὶν ἀπαρηγόρητος ὀδύνη· ἀθεράπευτος κακία· σῳζομένων
σκάνδαλον· καθημερινὴ ζημία·
σκοτίας ὁδηγός·
παραπτωμάτων σκάνδαλον· ζοφερῶν μυστηρίων θρίαμβος.
Ἡ πονηρὰ γυνὴ ἐστὶν ἀναίσχυντον θηρίον· ἀχαλίνωτον
στόμα· ἀπόλαυσις
πονηρά· κολάσεως αἰωνίου
πρόξενος· γήϊνον φρόνημα· ἀνδρῶν ῥᾳθυμία.
|
Εὑρέθη εἰς τὸν χειρ. Λαυρ. κώδ. Λ. 34 φύλ. 119
Ἐκ τοῦ περιοδικοῦ Ἁγιορειτικὴ Βιβλιοθήκη, ἔτος ζ´ (1942-1943), σελ. 15
0 σχόλια:
Δημοσίευση σχολίου